§7.188.1ὁ δὲ δὴ ναυτικὸς στρατὸς ἐπείτε ὁρμηθεὶς ἔπλεε καὶ κατέσχε τῆς Μαγνησίης χώρης ἐς τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς, αἱ μὲν δὴ πρῶται τῶν νεῶν ὅρμεον πρὸς γῇ, ἄλλαι δʼ ἐπʼ ἐκείνῃσι ἐπʼ ἀγκυρέων·
한편 해군은 출발하여 항해한 끝에 카스타나이아 시와 세피아스 곶 사이에 있는 마그네시아 지방의 해안에 다다랐는데, 선단의 앞선 배들은 육지 가까이에 정박하고 다른 배들은 그 뒤에서 닻을 내리고 정박했다.
ἅτε γὰρ τοῦ αἰγιαλοῦ ἐόντος οὐ μεγάλου, πρόκροσσαι ὁρμέοντο ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας.
해안이 넓지 않았기 때문에, 배들은 바다를 향해 여덟 척 깊이의 열을 지어 정박했다.
§7.188.2ταύτην μὲν τὴν εὐφρόνην οὕτω, ἅμα δὲ ὄρθρῳ ἐξ αἰθρίης τε καὶ νηνεμίης τῆς θαλάσσης ζεσάσης ἐπέπεσέ σφι χειμών τε μέγας καὶ πολλὸς ἄνεμος ἀπηλιώτης, τὸν δὴ Ἑλλησποντίην καλέουσι οἱ περὶ ταῦτα τὰ χωρία οἰκημένοι.
이 밤은 이렇게 지나갔으나, 새벽녘에 맑고 바람 없는 날씨로부터 바다가 끓어오르더니, 대폭풍과 함께 이 지역 주민들이 헬레스폰티아스라고 부르는 강한 동풍이 그들에게 몰아쳤다.
§7.188.3ὅσοι μέν νυν αὐτῶν αὐξόμενον ἔμαθον τὸν ἄνεμον καὶ τοῖσι οὕτω εἶχε ὅρμου, οἳ δʼ ἔφθησαν τὸν χειμῶνα ἀνασπάσαντες τὰς νέας, καὶ αὐτοί τε περιῆσαν καὶ αἱ νέες αὐτῶν·
그들 중 바람이 거세지는 것을 알아채고 정박 상태가 이를 허락한 이들은 폭풍이 닥치기 전에 서둘러 배를 육지로 끌어올렸으며, 그들 자신도 그들의 배도 살아남았다.
ὅσας δὲ τῶν νεῶν μεταρσίας ἔλαβε, τὰς μὲν ἐξέφερε πρὸς Ἴπνους καλεομένους τοὺς ἐν Πηλίῳ, τὰς δὲ ἐς τὸν αἰγιαλόν· αἳ δὲ περὶ αὐτὴν τὴν Σηπιάδα περιέπιπτον, αἳ δὲ ἐς Μελίβοιαν πόλιν, αἳ δὲ ἐς Κασθαναίην ἐξεβράσσοντο·
그러나 바다에 떠 있는 상태에서 폭풍을 만난 배들 중 어떤 것들은 펠리온산의 이프노이라 불리는 곳으로 밀려갔고, 다른 것들은 해안으로 밀려갔으며, 어떤 것들은 세피아스 곶 자체 주변에서 난파당하고, 또 다른 것들은 멜리보이아 시나 카스타나이아로 밀려가 부딪쳤다.
ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον.
이 폭풍의 기세는 실로 감당하기 어려운 것이었다.