§7.187.1οὗτος μὲν δὴ τοῦ συνάπαντος τοῦ Ξέρξεω στρατεύματος ἀριθμός, γυναικῶν δὲ σιτοποιῶν καὶ παλλακέων καὶ εὐνούχων οὐδεὶς ἂν εἴποι ἀτρεκέα ἀριθμόν·
これがクセルクセスの全軍勢の総数であるが、パンを焼く女たちや、側室たち、そして去勢された男たちの正確な数については、誰も語ることはできないだろう。
οὐδʼ αὖ ὑποζυγίων τε καὶ τῶν ἄλλων κτηνέων τῶν ἀχθοφόρων καὶ κυνῶν Ἰνδικῶν τῶν ἑπομένων, οὐδʼ ἂν τούτων ὑπὸ πλήθεος οὐδεὶς ἂν εἴποι ἀριθμόν.
また、役畜や、荷を運ぶその他の獣たち、および随行するインドの犬たちについても、これらもやはり、そのおびただしさのゆえに、誰もその数を語ることはできないだろう。
ὥστε οὐδέν μοι θῶμα παρίσταται προδοῦναι τὰ ῥέεθρα τῶν ποταμῶν ἔστι ὧν, ἀλλὰ μᾶλλον ὅκως τὰ σιτία ἀντέχρησε θῶμά μοι μυριάσι τοσαύτῃσι.
それゆえ、あるいくつかの川の流れが(軍勢に飲み尽くされて)涸れてしまったとしても、私には何ら不思議なこととは思われない。 むしろ、これほど多くの人数の万の集団に対して、食糧がどのようにして足りたのかということこそ、私には不思議に思われる。
§7.187.2εὑρίσκω γὰρ συμβαλλόμενος, εἰ χοίνικα πυρῶν ἕκαστος τῆς ἡμέρης ἐλάμβανε καὶ μηδὲν πλέον, ἕνδεκα μυριάδας μεδίμνων τελεομένας ἐπʼ ἡμέρῃ ἑκάστῃ καὶ πρὸς τριηκοσίους τε ἄλλους μεδίμνους καὶ τεσσεράκοντα·
というのも、私が計算してみるに、もし各人が一日に一コイニクスの小麦を受け取り、それ以上は一切受け取らなかったと仮定すると、毎日丸々十一万メディムノス、さらにそれに加えて三百四十メディムノス(が消費されることになる)からである。
γυναιξὶ δὲ καὶ εὐνούχοισι καὶ ὑποζυγίοισι καὶ κυσὶ οὐ λογίζομαι.
なお、女たち、去勢された男たち、役畜、そして犬たちの分は計算に入れていない。
ἀνδρῶν δὲ ἐουσέων τοσουτέων μυριάδων, κάλλεός τε εἵνεκα καὶ μεγάθεος οὐδεὶς αὐτῶν ἀξιονικότερος ἦν αὐτοῦ Ξέρξεω ἔχειν τοῦτο τὸ κράτος.
これほど多くの万の数におよぶ男たちがいた中で、美しさと体躯の大きさの点において、彼らのうち、クセルクセス自身よりもこの最高権力を保持するにふさわしい者は一人もいなかった。