§7.160.1πρὸς ταῦτα ὁ Γέλων, ἐπειδὴ ὥρα ἀπεστραμμένους τοὺς λόγους τοῦ Συάγρου, τὸν τελευταῖόν σφι τόνδε ἐξέφαινε λόγον.
これに対してゲロンは、シュアグロスの言葉が撥ね付けるものであると見て、彼らに向けて最後にこのような言葉を語った。
ὦ ξεῖνε Σπαρτιῆτα, ὀνείδεα κατιόντα ἀνθρώπῳ φιλέει ἐπανάγειν τὸν θυμόν·
「スパルタの客人よ、人に対して浴びせられる侮辱は、怒りを引き起こしがちである。
σὺ μέντοι ἀποδεξάμενος ὑβρίσματα ἐν τῷ λόγῳ οὔ με πείσεις ἀσχήμονα ἐν τῇ ἀμοιβῇ γενέσθαι.
しかし、あなたは言葉の中で無礼を示したとはいえ、返答において私に見苦しい振る舞いをさせることはできない。
§7.160.2ὅκου δὲ ὑμεῖς οὕτω περιέχεσθε τῆς ἡγεμονίης, οἰκὸς καὶ ἐμὲ μᾶλλον ὑμέων περιέχεσθαι, στρατιῆς τε ἐόντα πολλαπλησίης ἡγεμόνα καὶ νεῶν πολλὸν πλεύνων.
あなたがたがそれほどまでに指揮権に固執するからには、何倍もの軍勢と、遥かに多くの船の指揮官である私も、あなたがた以上にそれに固執するのが当然である。
ἀλλʼ ἐπείτε ὑμῖν ὁ λόγος οὕτω προσάντης κατίσταται, ἡμεῖς τι ὑπείξομεν τοῦ ἀρχαίου λόγου·
しかし、この提案があなたがたにとってそれほど受け入れがたいものであるからには、我々は当初の提案からいくらか譲歩しよう。
εἰ τοῦ μὲν πεζοῦ ὑμεῖς ἡγέοισθε, τοῦ δὲ ναυτικοῦ ἐγώ.
もしあなたがたが陸軍を指揮するなら、私が海軍を指揮しよう。
εἰ δὲ ὑμῖν ἡδονὴ τοῦ κατὰ θάλασσαν ἡγεμονεύειν, τοῦ πεζοῦ ἐγὼ θέλω.
また、もし海で指揮を執ることがあなたがたの望みであるなら、私は陸軍を引き受けよう。
καὶ ἢ τούτοισι ὑμέας χρεόν ἐστι ἀρέσκεσθαι ἢ ἀπιέναι συμμάχων τοιῶνδε ἐρήμους.
そして、あなたがたはこれらの条件に満足するか、さもなくば、このような強力な同盟軍を欠いたまま立ち去るかのいずれかでなければならない。 」