§7.139.1ἐνθαῦτα ἀναγκαίῃ ἐξέργομαι γνώμην ἀποδέξασθαι ἐπίφθονον μὲν πρὸς τῶν πλεόνων ἀνθρώπων, ὅμως δὲ τῇ γέ μοι φαίνεται εἶναι ἀληθὲς οὐκ ἐπισχήσω.
そこで私は、多くの人々から反感を買うであろう意見を表明せざるを得ないが、それでも私に真実であると思われることを述べるのを控えるつもりはない。
§7.139.2εἰ Ἀθηναῖοι καταρρωδήσαντες τὸν ἐπιόντα κίνδυνον ἐξέλιπον τὴν σφετέρην, ἢ καὶ μὴ ἐκλιπόντες ἀλλὰ μείναντες ἔδοσαν σφέας αὐτοὺς Ξέρξῃ, κατὰ τὴν θάλασσαν οὐδαμοὶ ἂν ἐπειρῶντο ἀντιούμενοι βασιλέι.
もしアテナイ人が、押し寄せる危険に恐れをなして自国を放棄したか、あるいは放棄せずとも、踏みとどまって自らをクセルクセスに委ねていたならば、海において王に立ち向かおうと試みる者は誰もいなかったであろう。
εἰ τοίνυν κατὰ τὴν θάλασσαν μηδεὶς ἠντιοῦτο Ξέρξῃ, κατά γε ἂν τὴν ἤπειρον τοιάδε ἐγίνετο·
それゆえ、もし海において誰もクセルクセスに立ち向かわなかったなら、陸上においては次のような事態が生じていたはずである。
§7.139.3εἰ καὶ πολλοὶ τειχέων κιθῶνες ἦσαν ἐληλαμένοι διὰ τοῦ Ἰσθμοῦ Πελοποννησίοισι, προδοθέντες ἂν Λακεδαιμόνιοι ὑπὸ τῶν συμμάχων οὐκ ἑκόντων ἀλλʼ ὑπʼ ἀναγκαίης, κατὰ πόλις ἁλισκομένων ὑπὸ τοῦ ναυτικοῦ στρατοῦ τοῦ βαρβάρου, ἐμουνώθησαν, μουνωθέντες δὲ ἂν καὶ ἀποδεξάμενοι ἔργα μεγάλα ἀπέθανον γενναίως.
たとえペロポネソス人によって、イストモスを横切る多くの防壁が築かれていたとしても、ラケダイモン人は同盟者たちに裏切られ――同盟者たちとて望んでのことではなく、自分たちの都市が異民族の海軍に次々と攻略されるという必要に迫られてのことであったが――孤立したであろうし、孤立した彼らは偉大な業績を示したのち、雄々しく戦死したであろう。
§7.139.4ἢ ταῦτα ἂν ἔπαθον, ἢ πρὸ τοῦ ὁρῶντες ἂν καὶ τοὺς ἄλλους Ἕλληνας μηδίζοντας ὁμολογίῃ ἂν ἐχρήσαντο πρὸς Ξέρξην.
あるいは、彼らはこの運命をたどったか、さもなくばその前に、他のギリシア人たちがペルシア側に味方するのを見て、クセルクセスと協定を結んだことであろう。
καὶ οὕτω ἂν ἐπʼ ἀμφότερα ἡ Ἑλλὰς ἐγίνετο ὑπὸ Πέρσῃσι.
そしていずれの場合にせよ、ギリシアはペルシア人の支配下に置かれたであろう。
τὴν γὰρ ὠφελίην τὴν τῶν τειχέων τῶν διὰ τοῦ Ἰσθμοῦ ἐληλαμένων οὐ δύναμαι πυθέσθαι ἥτις ἂν ἦν, βασιλέος ἐπικρατέοντος τῆς θαλάσσης.
なぜなら、王が海を支配している状況において、イストモスを横切って築かれた防壁がいかなる役に立ったであろうか、私には理解できないからである。
§7.139.5νῦν δὲ Ἀθηναίους ἄν τις λέγων σωτῆρας γενέσθαι τῆς Ἑλλάδος οὐκ ἂν ἁμαρτάνοι τὸ ἀληθές.
しかし今日において、アテナイ人こそがギリシアの救い主となったと言う者がいたとしても、その者は真実から外れることはないであろう。
οὗτοι γὰρ ἐπὶ ὁκότερα τῶν πρηγμάτων ἐτράποντο, ταῦτα ῥέψειν ἔμελλε·
なぜなら、彼らが事態のどちらの側に身を投じるかによって、天秤はそちらへ傾くことになっていたからである。
ἑλόμενοι δὲ τὴν Ἑλλάδα περιεῖναι ἐλευθέρην, τοῦτο τὸ Ἑλληνικὸν πᾶν τὸ λοιπόν, ὅσον μὴ ἐμήδισε, αὐτοὶ οὗτοι ἦσαν οἱ ἐπεγείραντες καὶ βασιλέα μετά γε θεοὺς ἀνωσάμενοι.
ギリシアが自由であり続けることを選択した彼らこそが、ペルシア側に寝返らなかった残りのギリシアすべてを奮起させ、神々に次いで、王を撃退した当人たちなのであった。
§7.139.6οὐδὲ σφέας χρηστήρια φοβερὰ ἐλθόντα ἐκ Δελφῶν καὶ ἐς δεῖμα βαλόντα ἔπεισε ἐκλιπεῖν τὴν Ἑλλάδα, ἀλλὰ καταμείναντες ἀνέσχοντο τὸν ἐπιόντα ἐπὶ τὴν χώρην δέξασθαι.
デルポイから届き、彼らを恐怖に陥れた恐ろしい神託でさえも、彼らを説得してギリシアを放棄させることはできなかった。 彼らは踏みとどまり、自らの土地へと押し寄せる侵略者を迎え撃つことに耐え抜いたのである。