§7.140.1πέμψαντες γὰρ οἱ Ἀθηναῖοι ἐς Δελφοὺς θεοπρόπους χρηστηριάζεσθαι ἦσαν ἕτοιμοι·
アテナイ人はデルポイに使節を送って神託を伺う準備を整えていた。
καί σφι ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα, ὡς ἐς τὸ μέγαρον ἐσελθόντες ἵζοντο, χρᾷ ἡ Πυθίη, τῇ οὔνομα ἦν Ἀριστονίκη, τάδε.
そして、彼らが神殿の周りで行われる慣例の儀礼を済ませ、内陣に入って席に着くやいなや、アリストニケという名であったピュティアが次のように告げた。
§7.140.2"
ὦ μέλεοι, τί κάθησθε;
「哀れな者たちよ、なぜ座しているのか。
λιπὼν φεῦγʼ ἔσχατα γαίης
δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα.
家々と、円環をなす都市の頂なる嶺を残して、大地の果てへと逃れよ。
οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδον οὔτε τὸ σῶμα,
οὔτε πόδες νέατοι οὔτʼ ὦν χέρες, οὔτε τι μέσσης
λείπεται, ἀλλʼ ἄζηλα πέλει·
なぜなら、頭も留まることはなく、体も、最果ての足も、手も、そして中間のいかなる部分も残されず、ただ悲惨な状態となるからだ。
κατὰ γάρ μιν ἐρείπει
πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων.
火と、シリア生まれの戦車を駆る激しいアレスが、これを打ち崩すからである。
" §7.140.3"
πολλὰ δὲ κἆλλʼ ἀπολεῖ πυργώματα κοὐ τὸ σὸν οἶον,
πολλοὺς δʼ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει,
οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι,
δείματι παλλόμενοι, κατὰ δʼ ἀκροτάτοις ὀρόφοισι
αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκας.
そして、お前のものだけでなく、他にも多くの砦を滅ぼし、不死なる神々の多くの神殿を激しい火に引き渡すであろう。 それらは今や汗を流して立ち、恐怖に震え、屋根の最上部からは迫り来る災厄の必然を予見して、黒い血が注がれている。
ἀλλʼ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δʼ ἐπικίδνατε θυμόν.
さあ、内陣から出て、災いに心を浸すがよい。
"
」