§7.128.1Ξέρξης δὲ ὁρέων ἐκ τῆς Θέρμης ὄρεα τὰ Θεσσαλικά, τόν τε Ὄλυμπον καὶ τὴν Ὄσσαν, μεγάθεΐ τε ὑπερμήκεα ἐόντα, διὰ μέσου τε αὐτῶν αὐλῶνα στεινὸν πυνθανόμενος εἶναι διʼ οὗ ῥέει ὁ Πηνειός, ἀκούων τε ταύτῃ εἶναι ὁδὸν ἐς Θεσσαλίην φέρουσαν, ἐπεθύμησε πλώσας θεήσασθαι τὴν ἐκβολὴν τοῦ Πηνειοῦ, ὅτι τὴν ἄνω ὁδὸν ἔμελλε ἐλᾶν διὰ Μακεδόνων τῶν κατύπερθε οἰκημένων ἔστε Περραιβοὺς παρὰ Γόννον πόλιν·
クセルクセスはテルメからテッサリアの山々、すなわち大きさにおいてきわめて巨大なオリュンポス山とオッサ山を眺め、またそれらの間にペネイオス川の流れる狭い峡谷があることを聞き及び、さらにそこにはテッサリアへと通じる道があるとも耳にしていたので、船で航行してペネイオス川の河口を見物したいと切望した。 というのも、彼はゴンノスの町の傍らを通ってペッライボイ人の地に至るまで、上方に居住するマケドニア人の地を通る内陸の道を進軍するつもりであったからである。
ταύτῃ γὰρ ἀσφαλέστατον ἐπυνθάνετο εἶναι.
彼はそちらの方が最も安全であると聞いていたのである。
§7.128.2ὡς δὲ ἐπεθύμησε, καὶ ἐποίεε ταῦτα·
望むとすぐに、彼はそれを実行に移した。
ἐσβὰς ἐς Σιδωνίην νέα, ἐς τήν περ ἐσέβαινε αἰεὶ ὅκως τι ἐθέλοι τοιοῦτο ποιῆσαι, ἀνέδεξε σημήιον καὶ τοῖσι ἄλλοισι ἀνάγεσθαι, καταλιπὼν αὐτοῦ τὸν πεζὸν στρατόν.
彼は、このようなことをしたくなったときにはいつも乗り込んでいたシドンの船に乗り込み、陸上軍をその場に残したまま、他の者たちにも出航を促す信号を掲げた。
ἐπεὶ δὲ ἀπίκετο καὶ ἐθεήσατο Ξέρξης τὴν ἐκβολὴν τοῦ Πηνειοῦ, ἐν θώματι μεγάλῳ ἐνέσχετο, καλέσας δὲ τοὺς κατηγεμόνας τῆς ὁδοῦ εἴρετο εἰ τὸν ποταμὸν ἐστὶ παρατρέψαντα ἑτέρῃ ἐς θάλασσαν ἐξαγαγεῖν.
そして、クセルクセスが到着してペネイオス川の河口を見物すると、大いなる驚嘆にとらわれた。 そこで、彼は道の案内人たちを呼び寄せ、川の流れをそらして、別の場所から海へと導き出すことができるかどうかを尋ねた。