§7.128.1Ξέρξης δὲ ὁρέων ἐκ τῆς Θέρμης ὄρεα τὰ Θεσσαλικά, τόν τε Ὄλυμπον καὶ τὴν Ὄσσαν, μεγάθεΐ τε ὑπερμήκεα ἐόντα, διὰ μέσου τε αὐτῶν αὐλῶνα στεινὸν πυνθανόμενος εἶναι διʼ οὗ ῥέει ὁ Πηνειός, ἀκούων τε ταύτῃ εἶναι ὁδὸν ἐς Θεσσαλίην φέρουσαν, ἐπεθύμησε πλώσας θεήσασθαι τὴν ἐκβολὴν τοῦ Πηνειοῦ, ὅτι τὴν ἄνω ὁδὸν ἔμελλε ἐλᾶν διὰ Μακεδόνων τῶν κατύπερθε οἰκημένων ἔστε Περραιβοὺς παρὰ Γόννον πόλιν· ταύτῃ γὰρ ἀσφαλέστατον ἐπυνθάνετο εἶναι.
Xerxes, seeing from Therme the Thessalian mountains, Olympus and Ossa, which were exceedingly great in size, and learning that between them there was a narrow glen through which the Peneus flows, and hearing that there was a road leading into Thessaly this way, desired to sail and view the mouth of the Peneus, because he was intending to march his army by the inland road through the Macedonians who dwelt higher up, as far as the Perrhaebians by the city of Gonnus; for he was informed that this was the safest way.
§7.128.2ὡς δὲ ἐπεθύμησε, καὶ ἐποίεε ταῦτα· ἐσβὰς ἐς Σιδωνίην νέα, ἐς τήν περ ἐσέβαινε αἰεὶ ὅκως τι ἐθέλοι τοιοῦτο ποιῆσαι, ἀνέδεξε σημήιον καὶ τοῖσι ἄλλοισι ἀνάγεσθαι, καταλιπὼν αὐτοῦ τὸν πεζὸν στρατόν.
And as he desired, so he did; embarking on a Sidonian ship, into which he always used to enter whenever he wished to do any such thing, he raised a signal for the others also to put to sea, leaving his land army there.
ἐπεὶ δὲ ἀπίκετο καὶ ἐθεήσατο Ξέρξης τὴν ἐκβολὴν τοῦ Πηνειοῦ, ἐν θώματι μεγάλῳ ἐνέσχετο, καλέσας δὲ τοὺς κατηγεμόνας τῆς ὁδοῦ εἴρετο εἰ τὸν ποταμὸν ἐστὶ παρατρέψαντα ἑτέρῃ ἐς θάλασσαν ἐξαγαγεῖν.
When Xerxes arrived and viewed the mouth of the Peneus, he was seized with great wonder, and calling the guides of the route, he asked if it were possible, by diverting the river, to lead it out into the sea by another channel.