§7.129.1τὴν δὲ Θεσσαλίην λόγος ἐστὶ τὸ παλαιὸν εἶναι λίμνην, ὥστε γε συγκεκληιμένην πάντοθεν ὑπερμήκεσι ὄρεσι.
テッサリアについては、古くは湖であったという説があり、それゆえにこそ、四方を極めて高い山々に囲まれている。
τὰ μὲν γὰρ αὐτῆς πρὸς τὴν ἠῶ ἔχοντα τό τε Πήλιον ὄρος καὶ ἡ Ὄσσα ἀποκληίει συμμίσγοντα τὰς ὑπωρείας ἀλλήλοισι, τὰ δὲ πρὸς βορέω ἀνέμου Ὄλυμπος, τὰ δὲ πρὸς ἑσπέρην Πίνδος, τὰ δὲ πρὸς μεσαμβρίην τε καὶ ἄνεμον νότον ἡ Ὄθρυς·
すなわち、その東に面した部分は、ペリオン山とオッサ山が互いの麓を接し合うことで遮っており、北風の方向はオリンポス山が、西はピンドス山が、南および南風の方向はオトリュス山が遮っている。
τὸ μέσον δὲ τούτων τῶν λεχθέντων ὀρέων ἡ Θεσσαλίη ἐστὶ ἐοῦσα κοίλη.
そして、これら言及された山々の中間がテッサリアであり、そこは窪地となっている。
§7.129.2ὥστε ὦν ποταμῶν ἐς αὐτὴν καὶ ἄλλων συχνῶν ἐσβαλλόντων, πέντε δὲ τῶν δοκίμων μάλιστα τῶνδε, Πηνειοῦ καὶ Ἀπιδανοῦ καὶ Ὀνοχώνου καὶ Ἐνιπέος καὶ Παμίσου, οἳ μέν νυν ἐς τὸ πεδίον τοῦτο συλλεγόμενοι ἐκ τῶν ὀρέων τῶν περικληιόντων τὴν Θεσσαλίην ὀνομαζόμενοι διʼ ἑνὸς αὐλῶνος καὶ τούτου στεινοῦ ἔκροον ἔχουσι ἐς θάλασσαν, προσυμμίσγοντες τὸ ὕδωρ πάντες ἐς τὠυτό·
それゆえ、多くの他の川もそこへ流れ込んでおり、特にこれら五つの高名な川、すなわちペネイオス、アピダノス、オノコノス、エニペウス、パミソスが流れ込んでいるが、これらはテッサリアを囲む山々からこの平野へと集まり、それぞれ個別の名で呼ばれつつ、一つの、しかも狭い峡谷を通って海へと流れ出ており、その水をすべて同じ場所に合流させている。
§7.129.3ἐπεὰν δὲ συμμιχθέωσι τάχιστα, ἐνθεῦτεν ἤδη ὁ Πηνειὸς τῷ οὐνόματι κατακρατέων ἀνωνύμους τοὺς ἄλλους εἶναι ποιέει.
それらが合流するやいなや、そこから先はすでにペネイオス川がその名によって圧倒し、他の川を無名にする。
τὸ δὲ παλαιὸν λέγεται, οὐκ ἐόντος κω τοῦ αὐλῶνος καὶ διεκρόου τούτου, τοὺς ποταμοὺς τούτους, καὶ πρὸς τοῖσι ποταμοῖσι τούτοισι τὴν Βοιβηίδα λίμνην, οὔτε ὀνομάζεσθαι κατά περ νῦν ῥέειν τε οὐδὲν ἧσσον ἢ νῦν, ῥέοντας δὲ ποιέειν τὴν Θεσσαλίην πᾶσαν πέλαγος.
しかし古くは、この峡谷と流出口がまだ存在しなかったとき、これらの川、およびこれらの川に加えてボイベイス湖が、現在のように名付けられてはいなかったものの、現在に劣らず流れており、流れることによってテッサリア全土を海にしていたと言われている。
§7.129.4αὐτοὶ μέν νυν Θεσσαλοί φασι Ποσειδέωνα ποιῆσαι τὸν αὐλῶνα διʼ οὗ ῥέει ὁ Πηνειός, οἰκότα λέγοντες·
テッサリア人自身は、ペネイオス川の流れる峡谷をポセイドンが造ったと言っており、彼らはもっともなことを語っている。
ὅστις γὰρ νομίζει Ποσειδέωνα τὴν γῆν σείειν καὶ τὰ διεστεῶτα ὑπὸ σεισμοῦ τοῦ θεοῦ τούτου ἔργα εἶναι, κἂν ἐκεῖνο ἰδὼν φαίη Ποσειδέωνα ποιῆσαι·
なぜなら、ポセイドンが大地を揺らすのであり、地震によって切り裂かれたものはこの神の御業であると信じる者なら誰でも、あの光景を見ればポセイドンが造ったと言うはずだからである。
ἔστι γὰρ σεισμοῦ ἔργον, ὡς ἐμοὶ φαίνεται εἶναι, ἡ διάστασις τῶν ὀρέων.
実際、私に思われるところでは、山々の分裂は地震の働きなのである。