§6.9.1αὗται μὲν Ἰώνων ἦσαν, τῶν δὲ βαρβάρων τὸ πλῆθος τῶν νεῶν ἦσαν ἑξακόσιαι.
これらはイオニア人の船であったが、異民族の船の数は600隻であった。
ὡς δὲ καὶ αὗται ἀπίκατο πρὸς τὴν Μιλησίην καὶ ὁ πεζός σφι ἅπας παρῆν, ἐνθαῦτα οἱ Περσέων στρατηγοὶ πυθόμενοι τὸ πλῆθος τῶν Ἰάδων νεῶν καταρρώδησαν μὴ οὐ δυνατοὶ γένωνται ὑπερβαλέσθαι, καὶ οὕτω οὔτε τὴν Μίλητον οἷοί τε ἔωσι ἐξελεῖν μὴ οὐκ ἐόντες ναυκράτορες, πρός τε Δαρείου κινδυνεύσωσι κακόν τι λαβεῖν.
これらもまたミレトス地方に到着し、彼らの陸上部隊もすべて参集したとき、そこでペルシア人の将軍たちは、イオニア人の船の数を知って、自分たちが優位に立てないのではないかと恐れを抱いた。 そしてその結果、制海権を握っていなければ、ミレトスを攻略することもできず、またダレイオスから何らかの処罰を受ける危険にさらされるのではないかと恐れたのである。
§6.9.2ταῦτα ἐπιλεγόμενοι, συλλέξαντες τῶν Ἰώνων τοὺς τυράννους, οἳ ὑπʼ Ἀρισταγόρεω μὲν τοῦ Μιλησίου καταλυθέντες τῶν ἀρχέων ἔφευγον ἐς Μήδους, ἐτύγχανον δὲ τότε συστρατευόμενοι ἐπὶ τὴν Μίλητον, τούτων τῶν ἀνδρῶν τοὺς παρεόντας συγκαλέσαντες ἔλεγόν σφι τάδε.
このように考えた彼らは、イオニア人の僭主たち――彼らはミレトス人アリスタゴラスによって職を追われてメディア人のもとへ亡命しており、当時はたまたまミレトス遠征に共同で従軍していたのだが――を集め、これらの男たちのうちその場にいた者たちを召集して、彼らに次のように語った。
§6.9.3ἄνδρες Ἴωνες, νῦν τις ὑμέων εὖ ποιήσας φανήτω τὸν βασιλέος οἶκον·
「イオニアの諸君、今こそお前たちのうちの誰かが、王の家に恩を施したことを示すときである。
τοὺς γὰρ ἑωυτοῦ ἕκαστος ὑμέων πολιήτας πειράσθω ἀποσχίζων ἀπὸ τοῦ λοιποῦ συμμαχικοῦ.
お前たちの各々が、自分の市民たちを他の同盟軍から引き離すように努めるがよい。
προϊσχόμενοι δὲ ἐπαγγείλασθε τάδε, ὡς πείσονταί τε ἄχαρι οὐδὲν διὰ τὴν ἀπόστασιν, οὐδέ σφι οὔτε τὰ ἱρὰ οὔτε τὰ ἴδια ἐμπεπρήσεται, οὐδὲ βιαιότερον ἕξουσι οὐδὲν ἢ πρότερον εἶχον.
この条件を提示して次のように約束せよ。 すなわち、彼らは反乱を理由にいかなる不利益も被ることはなく、彼らの神殿も私有地も焼き払われることはなく、以前よりも過酷に扱われることもないであろう、と。
§6.9.4εἰ δὲ ταῦτα μὲν οὐ ποιήσουσι, οἳ δὲ πάντως διὰ μάχης ἐλεύσονται, τάδε ἤδη σφι λέγετε ἐπηρεάζοντες, τά περ σφέας κατέξει, ὡς ἑσσωθέντες τῇ μάχῃ ἐξανδραποδιεῦνται, καὶ ὡς σφέων τοὺς παῖδας ἐκτομίας ποιήσομεν, τὰς δὲ παρθένους ἀνασπάστους ἐς Βάκτρα, καὶ ὡς τὴν χώρην ἄλλοισι παραδώσομεν.
しかし、もし彼らがこれを行わず、どうしても戦いによって決着をつけようとするならば、彼らを威嚇するために、彼らを待ち受ける運命を今すぐ告げるがよい。 すなわち、戦いに敗れたなら彼らは奴隷にされ、彼らの息子たちは去勢され、娘たちはバクトラへ拉致され、彼らの土地は他の者たちに引き渡されるであろう、と。 」