Humanitext Reader

希罗多德 · 历史 §6.9.1-6.9.4

波斯将领利用前僭主分化伊奥尼亚同盟

第 911 段,共 1577 段 · 希腊语

内容简介

波斯将领因惧怕伊奥尼亚舰队的规模而担忧战败,于是召集随军的伊奥尼亚前僭主们,企图通过恩威并施的条件分化瓦解伊奥尼亚同盟。

§6.9.1αὗται μὲν Ἰώνων ἦσαν, τῶν δὲ βαρβάρων τὸ πλῆθος τῶν νεῶν ἦσαν ἑξακόσιαι.
这些是伊奥尼亚人的船只,而野蛮人的船只总数则是六百艘。
ὡς δὲ καὶ αὗται ἀπίκατο πρὸς τὴν Μιλησίην καὶ ὁ πεζός σφι ἅπας παρῆν, ἐνθαῦτα οἱ Περσέων στρατηγοὶ πυθόμενοι τὸ πλῆθος τῶν Ἰάδων νεῶν καταρρώδησαν μὴ οὐ δυνατοὶ γένωνται ὑπερβαλέσθαι, καὶ οὕτω οὔτε τὴν Μίλητον οἷοί τε ἔωσι ἐξελεῖν μὴ οὐκ ἐόντες ναυκράτορες, πρός τε Δαρείου κινδυνεύσωσι κακόν τι λαβεῖν.
当这些船也抵达米利都境内,且他们的全部陆军也集结于此时,波斯人的将军们在得知伊奥尼亚人船只的数量后,便害怕自己无法战胜对方,从而在不掌握制海权的情况下既无法攻取米利都,又冒着受到大流士惩罚的危险。
§6.9.2ταῦτα ἐπιλεγόμενοι, συλλέξαντες τῶν Ἰώνων τοὺς τυράννους, οἳ ὑπʼ Ἀρισταγόρεω μὲν τοῦ Μιλησίου καταλυθέντες τῶν ἀρχέων ἔφευγον ἐς Μήδους, ἐτύγχανον δὲ τότε συστρατευόμενοι ἐπὶ τὴν Μίλητον, τούτων τῶν ἀνδρῶν τοὺς παρεόντας συγκαλέσαντες ἔλεγόν σφι τάδε. §6.9.3ἄνδρες Ἴωνες, νῦν τις ὑμέων εὖ ποιήσας φανήτω τὸν βασιλέος οἶκον·
考虑到这些,他们召集了伊奥尼亚人的僭主们——这些人曾被米利都人阿里斯塔戈拉斯剥夺了统治权而逃往美地亚人那里,此时正巧一同参加征讨米利都的军事行动——他们召集了这些在场的僭主,对他们说了以下的话: “伊奥尼亚的男子汉们,现在正是你们中的某人表明自己向国王陛下立下功劳的时候了。
τοὺς γὰρ ἑωυτοῦ ἕκαστος ὑμέων πολιήτας πειράσθω ἀποσχίζων ἀπὸ τοῦ λοιποῦ συμμαχικοῦ.
让你们每个人都设法将自己的公民从其余的盟军中争取过来。
προϊσχόμενοι δὲ ἐπαγγείλασθε τάδε, ὡς πείσονταί τε ἄχαρι οὐδὲν διὰ τὴν ἀπόστασιν, οὐδέ σφι οὔτε τὰ ἱρὰ οὔτε τὰ ἴδια ἐμπεπρήσεται, οὐδὲ βιαιότερον ἕξουσι οὐδὲν ἢ πρότερον εἶχον.
向他们提出这个条件并作出如下承诺:他们绝不会因这次叛乱而遭受任何惩罚,他们的神庙和私产也不会被焚毁,他们受到的对待也不会比以前更加苛刻。
§6.9.4εἰ δὲ ταῦτα μὲν οὐ ποιήσουσι, οἳ δὲ πάντως διὰ μάχης ἐλεύσονται, τάδε ἤδη σφι λέγετε ἐπηρεάζοντες, τά περ σφέας κατέξει, ὡς ἑσσωθέντες τῇ μάχῃ ἐξανδραποδιεῦνται, καὶ ὡς σφέων τοὺς παῖδας ἐκτομίας ποιήσομεν, τὰς δὲ παρθένους ἀνασπάστους ἐς Βάκτρα, καὶ ὡς τὴν χώρην ἄλλοισι παραδώσομεν.
但是,如果他们不肯这样做,而是一定要通过战斗来解决,那么你们现在就用将要降临到他们头上的命运来警告并威胁他们:一旦他们在战斗中失败,他们将被贬为奴隶,我们会将他们的儿子阉割,将他们的处女劫掠到巴克特拉,并将他们的土地分给其他人。 ”

词汇与语法注释

  1. 6.9.1καταρρώδησαν μὴ οὐ δυνατοὶ γένωνται — 在表示恐惧的动词(καταρρωδέω)之后,当所担心的内容是否定的时候,使用双重否定 μὴ οὐ 连同虚拟语气,意为“担心无法……”。此处的悬念从句一直支配到后文的 οὔτε ... οἷοί τε ἔωσι(也无法……)和 πρός τε ... κινδυνεύσωσι(且冒着……的危险)。
  2. 6.9.1μὴ οὐκ ἐόντες ναυκράτορες — 分词 ἐόντες(伊奥尼亚方言,等同于雅典方言的 ὄντες)具有条件含义(“如果不……”)。因为该分词所在的从句主动词(οἷοί τε ἔωσι)已受到否定恐惧从句(μὴ οὐ)的支配,故条件分词的否定也采用了双重否定形式 μὴ οὐκ。
  3. 6.9.2συλλέξαντες τῶν Ἰώνων τοὺς τυράννους ... τούτων τῶν ἀνδρῶν τοὺς παρεόντας συγκαλέσαντες — 句子虽以分词 συλλέξαντες(以“伊奥尼亚人的僭主们”为宾语)开始,但由于关系代词子句(οἳ ...)的长距离插叙,作者在后面使用另一个分词 συγκαλέσαντες 时,重新将同一对象表述为 τούτων τῶν ἀνδρῶν τοὺς παρεόντας(这些男人中在场的人)。这是一种为了在插叙后理清句意而采用的语法破格(anacoluthon)或冗余表达。

引用这一段

希罗多德, 历史 §6.9.1-6.9.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.9.1-6.9.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。