§6.89.1μετὰ ταῦτα καταλαμβάνει μὲν κατὰ τὰ συνεθήκατο Ἀθηναίοισι ὁ Νικόδρομος τὴν παλαιὴν καλεομένην πόλιν, Ἀθηναῖοι δὲ οὐ παραγίνονται ἐς δέον·
この後、ニコドロモスはアテナイ人たちと合意した通りに「古い町」と呼ばれる場所を占領したが、アテナイ人たちは適切な時に到着しなかった。
οὐ γὰρ ἔτυχον ἐοῦσαι νέες σφι ἀξιόμαχοι τῇσι Αἰγινητέων συμβαλεῖν.
というのも、彼らにはアイギナ人の船と交戦するのに十分な船がたまたま手元になかったからである。
ἐν ᾧ ὦν Κορινθίων ἐδέοντο χρῆσαι σφίσι νέας, ἐν τούτῳ διεφθάρη τὰ πρήγματα.
したがって、彼らがコリントス人たちに船を貸してくれるよう求めている間に、その間に計画は台無しになってしまった。
οἱ δὲ Κορίνθιοι, ἦσαν γάρ σφι τοῦτον τὸν χρόνον φίλοι ἐς τὰ μάλιστα, Ἀθηναίοισι διδοῦσι δεομένοισι εἴκοσι νέας, διδοῦσι δὲ πενταδράχμους ἀποδόμενοι·
コリントス人たちは、この当時アテナイ人たちとこの上なく親しい関係にあったので、求める彼らに20隻の船を与えたが、それは一隻につき5ドラクマで売却する形で与えたのであった。
δωρεὴν γὰρ ἐν τῷ νόμῳ οὐκ ἐξῆν δοῦναι.
というのも、法律により、無償で贈与することは許されていなかったからである。
ταύτας τε δὴ λαβόντες οἱ Ἀθηναῖοι καὶ τὰς σφετέρας, πληρώσαντες ἑβδομήκοντα νέας τὰς ἁπάσας, ἔπλεον ἐπὶ τὴν Αἴγιναν καὶ ὑστέρησαν ἡμέρῃ μιῇ τῆς συγκειμένης.
アテナイ人たちはこれらの船と自分たちの船を受け取り、全部で70隻の船に乗組員を満載してアイギナに向けて出航したが、約束の日に1日遅れてしまった。