§6.89.1μετὰ ταῦτα καταλαμβάνει μὲν κατὰ τὰ συνεθήκατο Ἀθηναίοισι ὁ Νικόδρομος τὴν παλαιὴν καλεομένην πόλιν, Ἀθηναῖοι δὲ οὐ παραγίνονται ἐς δέον·
此后,尼科德罗莫斯按照与雅典人的约定,占领了被称为“旧城”的地方;但雅典人未能在需要的时候赶到。
οὐ γὰρ ἔτυχον ἐοῦσαι νέες σφι ἀξιόμαχοι τῇσι Αἰγινητέων συμβαλεῖν.
因为他们当时恰好没有足够交战的船只来与埃吉纳人的船只对抗。
ἐν ᾧ ὦν Κορινθίων ἐδέοντο χρῆσαι σφίσι νέας, ἐν τούτῳ διεφθάρη τὰ πρήγματα.
因此,正当他们请求科林斯人借给他们船只时,就在这段时间里,大局已被耽误。
οἱ δὲ Κορίνθιοι, ἦσαν γάρ σφι τοῦτον τὸν χρόνον φίλοι ἐς τὰ μάλιστα, Ἀθηναίοισι διδοῦσι δεομένοισι εἴκοσι νέας, διδοῦσι δὲ πενταδράχμους ἀποδόμενοι· δωρεὴν γὰρ ἐν τῷ νόμῳ οὐκ ἐξῆν δοῦναι.
而科林斯人——因为在这个时期他们与雅典人最为友好——在雅典人的请求下给了他们二十艘船,但这些船是按每艘五德拉克马的价格出售给他们的;因为根据法律,他们是不允许无偿赠送的。
ταύτας τε δὴ λαβόντες οἱ Ἀθηναῖοι καὶ τὰς σφετέρας, πληρώσαντες ἑβδομήκοντα νέας τὰς ἁπάσας, ἔπλεον ἐπὶ τὴν Αἴγιναν καὶ ὑστέρησαν ἡμέρῃ μιῇ τῆς συγκειμένης.
雅典人便接纳了这些船只以及他们自己的船只,总共配齐了七十艘船的船员,向埃吉纳航行,但比约定的一天迟到了。