§6.89.1μετὰ ταῦτα καταλαμβάνει μὲν κατὰ τὰ συνεθήκατο Ἀθηναίοισι ὁ Νικόδρομος τὴν παλαιὴν καλεομένην πόλιν, Ἀθηναῖοι δὲ οὐ παραγίνονται ἐς δέον· οὐ γὰρ ἔτυχον ἐοῦσαι νέες σφι ἀξιόμαχοι τῇσι Αἰγινητέων συμβαλεῖν.
After this, Nicodromus, according to his agreement with the Athenians, seized what was called the Old City; but the Athenians did not arrive at the necessary time, for they did not happen to have ships of sufficient strength to engage those of the Aeginetans.
ἐν ᾧ ὦν Κορινθίων ἐδέοντο χρῆσαι σφίσι νέας, ἐν τούτῳ διεφθάρη τὰ πρήγματα.
So while they were requesting the Corinthians to lend them ships, during this time the enterprise was ruined.
οἱ δὲ Κορίνθιοι, ἦσαν γάρ σφι τοῦτον τὸν χρόνον φίλοι ἐς τὰ μάλιστα, Ἀθηναίοισι διδοῦσι δεομένοισι εἴκοσι νέας, διδοῦσι δὲ πενταδράχμους ἀποδόμενοι· δωρεὴν γὰρ ἐν τῷ νόμῳ οὐκ ἐξῆν δοῦναι.
The Corinthians, who at that time were on the most friendly terms with them, gave twenty ships to the Athenians at their request, but they gave them by selling them for five drachmas each; for by their law it was not permitted to make a free gift.
ταύτας τε δὴ λαβόντες οἱ Ἀθηναῖοι καὶ τὰς σφετέρας, πληρώσαντες ἑβδομήκοντα νέας τὰς ἁπάσας, ἔπλεον ἐπὶ τὴν Αἴγιναν καὶ ὑστέρησαν ἡμέρῃ μιῇ τῆς συγκειμένης.
The Athenians, taking these and their own ships, and having manned seventy ships in all, sailed against Aegina, but they arrived one day later than the agreed time.