§6.85.1τελευτήσαντος δὲ Κλεομένεος ὡς ἐπύθοντο Αἰγινῆται, ἔπεμπον ἐς Σπάρτην ἀγγέλους καταβωσομένους Λευτυχίδεω περὶ τῶν ἐν Ἀθήνῃσι ὁμήρων ἐχομένων.
クレオメネスの死をアイギナ人たちが知ると、彼らはアテナイに留め置かれている人質たちのことで、レウテュキデスを非難するためにスパルタに使節を送った。
Λακεδαιμόνιοι δὲ δικαστήριον συναγαγόντες ἔγνωσαν περιυβρίσθαι Αἰγινήτας ὑπὸ Λευτυχίδεω, καί μιν κατέκριναν ἔκδοτον ἄγεσθαι ἐς Αἴγιναν ἀντὶ τῶν ἐν Ἀθήνῃσι ἐχομένων ἀνδρῶν.
ラケダイモン人たちは裁判を招集し、アイギナ人たちがレウテュキデスによって甚だしく辱められたと判断し、アテナイに留め置かれている男たちの代わりに、彼を引き渡してアイギナへ連れ去るべきだという判決を下した。
§6.85.2μελλόντων δὲ ἄγειν τῶν Αἰγινητέων τὸν Λευτυχίδεα, εἶπέ σφι Θεασίδης ὁ Λεωπρέπεος, ἐὼν ἐν Σπάρτῃ δόκιμος ἀνήρ,
τί βουλεύεσθε ποιέειν, ἄνδρες Αἰγινῆται;
アイギナ人たちがレウテュキデスを連れ去ろうとしたとき、スパルタで重きをなす人物であった、レオプレペスの子テアシデスが彼らに言った。 「アイギナの男たちよ、君たちは何をしようと企てているのか。
τὸν βασιλέα τῶν Σπαρτιητέων ἔκδοτον γενόμενον ὑπὸ τῶν πολιητέων ἄγειν;
スパルタ人の王が市民たちによって引き渡されたからといって、連れ去るというのか。
εἰ νῦν ὀργῇ χρεώμενοι ἔγνωσαν οὕτω Σπαρτιῆται, ὅκως ἐξ ὑστέρης μή τι ὑμῖν, ἢν ταῦτα πρήσσητε, πανώλεθρον κακὸν ἐς τὴν χώρην ἐμβάλωσι.
たとえ今、スパルタ人たちが怒りに駆られてこのように決定したとしても、後になって、君たちがこれを実行するならば、彼らが君たちの土地に壊滅的な災いをもたらすことのないよう注意するがよい。
§6.85.3ταῦτα ἀκούσαντες οἱ Αἰγινῆται ἔσχοντο τῆς ἀγωγῆς, ὁμολογίῃ δὲ ἐχρήσαντο τοιῇδε, ἐπισπόμενον Λευτυχίδεα ἐς Ἀθήνας ἀποδοῦναι Αἰγινήτῃσι τοὺς ἄνδρας.
」これを聞いたアイギナ人たちは連行を思いとどまり、次のような合意を結んだ。 すなわち、レウテュキデスがアテナイまで同行し、アイギナ人たちにそれらの男たちを返還させる、というものである。