§6.84.1Ἀργεῖοι μέν νυν διὰ ταῦτα Κλεομένεα φασὶ μανέντα ἀπολέσθαι κακῶς·
アルゴス人たちは一方、これらのためにクレオメネスが発狂して悲惨な死を遂げたのだと言う。
αὐτοὶ δὲ Σπαρτιῆται φασὶ ἐκ δαιμονίου μὲν οὐδενὸς μανῆναι Κλεομένεα, Σκύθῃσι δὲ ὁμιλήσαντά μιν ἀκρητοπότην γενέσθαι καὶ ἐκ τούτου μανῆναι.
しかしスパルタ人自身は、クレオメネスがいかなる神的な原因によっても発狂したのではないとし、スキタイ人と交際したことで彼が混ぜ物のない酒を飲む者になり、それによって発狂したのだと言っている。
§6.84.2Σκύθας γὰρ τοὺς νομάδας, ἐπείτε σφι Δαρεῖον ἐμβαλεῖν ἐς τὴν χώρην, μετὰ ταῦτα μεμονέναι μιν τίσασθαι, πέμψαντας δὲ ἐς Σπάρτην συμμαχίην τε ποιέεσθαι καὶ συντίθεσθαι ὡς χρεὸν εἴη αὐτοὺς μὲν τοὺς Σκύθας παρὰ Φᾶσιν ποταμὸν πειρᾶν ἐς τὴν Μηδικὴν ἐσβάλλειν, σφέας δὲ τοὺς Σπαρτιήτας κελεύειν ἐξ Ἐφέσου ὁρμωμένους ἀναβαίνειν καὶ ἔπειτα ἐς τὠυτὸ ἀπαντᾶν.
というのも、遊牧のスキタイ人は、ダレイオスが彼らの土地に侵入して以来、その後彼に復讐することを切望しており、スパルタに使節を送って同盟を結び、次のように合意したからである。 すなわち、スキタイ人自身はファシス川の近くからメディア領内への侵入を試みるべきであり、一方、彼らスパルタ人自身に対しては、エペソスから出発して内陸へと上り、その後に同じ場所で合流するようにとスキタイ人が求める、という合意である。
§6.84.3Κλεομένεα δὲ λέγουσι ἡκόντων τῶν Σκυθέων ἐπὶ ταῦτα ὁμιλέειν σφι μεζόνως, ὁμιλέοντα δὲ μᾶλλον τοῦ ἱκνεομένου μαθεῖν τὴν ἀκρητοποσίην παρʼ αὐτῶν·
そしてスパルタ人たちが言うには、スキタイ人たちがこの目的のためにやって来たとき、クレオメネスは彼らと過度に交際し、必要以上に交際するうちに、彼らから混ぜ物のない酒を飲む習慣を学んだ。
ἐκ τούτου δὲ μανῆναί μιν νομίζουσι Σπαρτιῆται.
このことから彼が発狂したのだと、スパルタ人たちは考えている。
ἔκ τε τόσου, ὡς αὐτοὶ λέγουσι, ἐπεὰν ζωρότερον βούλωνται πιεῖν, Ἐπισκύθισον λέγουσι.
そしてそれ以来、彼ら自身が言うには、より強い酒を飲みたいと思うときには、「スキタイ風に注げ」と言うのである。
οὕτω δὴ Σπαρτιῆται τὰ περὶ Κλεομένεα λέγουσι·
スパルタ人たちはこのようにクレオメネスに関する事柄を語っている。
ἐμοὶ δὲ δοκέει τίσιν ταύτην ὁ Κλεομένης Δημαρήτῳ ἐκτῖσαι.
しかし私には、クレオメネスがデマラトスに対するこの報いを受けたのだと思われる。