§6.71.1Λευτυχίδης δὲ ὁ Μενάρεος Δημαρήτου καταπαυσθέντος διεδέξατο τὴν βασιληίην, καί οἱ γίνεται παῖς Ζευξίδημος, τὸν δὴ Κυνίσκον μετεξέτεροι Σπαρτιητέων ἐκάλεον.
デマラトスが廃位されると、メナレスの子レウテュキデスが王位を引き継いだ。 そして彼に息子のゼウクシデモスが生まれたが、この者をスパルタ人の一部の者はクニスコスと呼んでいた。
οὗτος ὁ Ζευξίδημος οὐκ ἐβασίλευσε Σπάρτης·
このゼウクシデモスはスパルタの王にはならなかった。
πρὸ Λευτυχίδεω γὰρ τελευτᾷ, λιπὼν παῖδα Ἀρχίδημον.
というのも、彼はレウテュキデスよりも前に、息子のアルキダモスを残して亡くなったからである。
§6.71.2Δευτυχίδης δὲ στερηθεὶς Ζευξιδήμου γαμέει δευτέρην γυναῖκα Εὐρυδάμην τὴν ἐοῦσαν Μενίου ἀδελφεὴν Διακτορίδεω δὲ θυγατέρα, ἐκ τῆς οἱ ἔρσεν μὲν γίνεται οὐδέν, θυγάτηρ δὲ Λαμπιτώ, τὴν Ἀρχίδημος ὁ Ζευξιδήμου γαμέει δόντος αὐτῷ Λευτυχίδεω.
レウテュキデスはゼウクシデモスを失うと、二人目の妻として、メニオスの姉妹でありディアクトリデスの娘であるエウリュダメを娶った。 彼女との間には、彼に男子は一人も生まれず、娘のランピトが生まれた。 この娘を、ゼウクシデモスの子アルキダモスが、レウテュキデスから彼女を与えられて妻に娶った。