§6.60.1συμφέρονται δὲ καὶ τάδε Αἰγυπτίοισι Λακεδαιμόνιοι·
また、ラケダイモン人はエジプト人とも次の点において一致している。
οἱ κήρυκες αὐτῶν καὶ αὐληταὶ καὶ μάγειροι ἐκδέκονται τὰς πατρωίας τέχνας, καὶ αὐλητής τε αὐλητέω γίνεται καὶ μάγειρος μαγείρου καὶ κῆρυξ κήρυκος·
彼らの伝令官、笛吹き、料理人は、父祖伝来の技術を受け継ぎ、笛吹きの息子は笛吹きに、料理人の息子は料理人に、伝令官の息子は伝令官になる。
οὐ κατὰ λαμπροφωνίην ἐπιτιθέμενοι ἄλλοι σφέας παρακληίουσι, ἀλλὰ κατὰ τὰ πάτρια ἐπιτελέουσι.
他の者が声の美しさに拠ってこの職を目指し、彼らを締め出すようなことはなく、彼らは祖先伝来の慣習に従って職務を遂行するのである。