§6.60.1συμφέρονται δὲ καὶ τάδε Αἰγυπτίοισι Λακεδαιμόνιοι· οἱ κήρυκες αὐτῶν καὶ αὐληταὶ καὶ μάγειροι ἐκδέκονται τὰς πατρωίας τέχνας, καὶ αὐλητής τε αὐλητέω γίνεται καὶ μάγειρος μαγείρου καὶ κῆρυξ κήρυκος· οὐ κατὰ λαμπροφωνίην ἐπιτιθέμενοι ἄλλοι σφέας παρακληίουσι, ἀλλὰ κατὰ τὰ πάτρια ἐπιτελέουσι.
此外,拉刻代蒙人在以下方面也与埃及人相同:他们的传令官、吹笛手和厨师继承祖传的技艺,吹笛手之子成为吹笛手,厨师之子成为厨师,传令官之子成为传令官;其他人不会因为声音洪亮而致力于此,从而将他们排挤在外,而是按照祖传的习俗来履行职责。