§6.118.1Δᾶτις δὲ πορευόμενος ἅμα τῷ στρατῷ ἐς τὴν Ἀσίην, ἐπείτε ἐγένετο ἐν Μυκόνῳ, εἶδε ὄψιν ἐν τῷ ὕπνῳ.
ダティスは軍とともにアジアへと向かう途上で、ミュコノス島に至ったとき、夢の中に幻影を見た。
καὶ ἥτις μὲν ἦν ἡ ὄψις, οὐ λέγεται·
その幻影がどのようなものであったかは語られていない。
ὁ δέ, ὡς ἡμέρη τάχιστα ἐπέλαμψε, ζήτησιν ἐποιέετο τῶν νεῶν, εὑρὼν δὲ ἐν νηὶ Φοινίσσῃ ἄγαλμα Ἀπόλλωνος κεχρυσωμένον ἐπυνθάνετο ὁκόθεν σεσυλημένον εἴη, πυθόμενος δὲ ἐξ οὗ ἦν ἱροῦ, ἔπλεε τῇ ἑωυτοῦ νηὶ ἐς Δῆλον·
しかし彼は、夜が明けるやいなや、船々の捜索を行わせ、フェニキアの船の中に金めっきを施したアポロンの像を見つけると、それがどこから略奪されたものであるかを尋ねた。 そして、それがどの神殿のものであったかを知ると、自身の船でデロス島へと航行した。
§6.118.2καὶ ἀπίκατο γὰρ τηνικαῦτα οἱ Δήλιοι ὀπίσω ἐς τὴν νῆσον, κατατίθεταί τε ἐς τὸ ἱρὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται τοῖσι Δηλίοισι ἀπαγαγεῖν τὸ ἄγαλμα ἐς Δήλιον τὸ Θηβαίων·
というのも、ちょうどその時、デロス島民たちが島へと戻ってきていたからであり、彼は神殿にその像を安置し、デロス島民たちに、その像をテーバイ人のデリオンへ送り届けるようにと命じた。
τὸ δʼ ἔστι ἐπὶ θαλάσσῃ Χαλκίδος καταντίον.
そこはカルキスの向かいの海辺にある。
§6.118.3Δᾶτις μὲν δὴ ταῦτα ἐντειλάμενος ἀπέπλεε, τὸν δὲ ἀνδριάντα τοῦτον Δήλιοι οὐκ ἀπήγαγον, ἀλλά μιν διʼ ἐτέων εἴκοσι Θηβαῖοι αὐτοὶ ἐκ θεοπροπίου ἐκομίσαντο ἐπὶ Δήλιον.
ダティスはこうして命じ終えると出航したが、デロス島民はこの像を送り届けず、二十年の後、テーバイ人自身が神託に従ってそれをデリオンへと持ち帰った。