§6.117.1ἐν ταύτῃ τῇ ἐν Μαραθῶνι μάχῃ ἀπέθανον τῶν βαρβάρων κατὰ ἑξακισχιλίους καὶ τετρακοσίους ἄνδρας, Ἀθηναίων δὲ ἑκατὸν καὶ ἐνενήκοντα καὶ δύο.
このマラトンの戦いにおいて、異民族の側は約六千四百名が死亡し、アテナイ人の側は百九十二名が死亡した。
ἔπεσον μὲν ἀμφοτέρων τοσοῦτοι.
両者からこれほどの数の人々が倒れた。
§6.117.2συνήνεικε δὲ αὐτόθι θῶμα γενέσθαι τοιόνδε, Ἀθηναῖον ἄνδρα Ἐπίζηλον τὸν Κουφαγόρεω ἐν τῇ συστάσι μαχόμενόν τε καὶ ἄνδρα γινόμενον ἀγαθὸν τῶν ὀμμάτων στερηθῆναι οὔτε πληγέντα οὐδὲν τοῦ σώματος οὔτε βληθέντα, καὶ τὸ λοιπὸν τῆς ζόης διατελέειν ἀπὸ τούτου τοῦ χρόνου ἐόντα τυφλόν.
ところで、この地において、次のような不思議な出来事が起こった。 アテナイ人の男でクファゴラスの息子であるエピゼロスは、混戦の中で戦い、勇敢に振る舞っていたが、身体のどの部分も斬られることも射られることもなかったにもかかわらず、両目の視力を失い、これ以降、生涯の残りの期間を盲目として過ごし続けたのである。
§6.117.3λέγειν δὲ αὐτὸν περὶ τοῦ πάθεος ἤκουσα τοιόνδε τινὰ λόγον, ἄνδρα οἱ δοκέειν ὁπλίτην ἀντιστῆναι μέγαν, τοῦ τὸ γένειον τὴν ἀσπίδα πᾶσαν σκιάζειν· τὸ δὲ φάσμα τοῦτο ἑωυτὸν μὲν παρεξελθεῖν, τὸν δὲ ἑωυτοῦ παραστάτην ἀποκτεῖναι.
彼は自身のこの体験について次のような話を語っていたと、私は聞いた。 すなわち、彼が思うに、髭が盾全体を覆い隠すほどの大柄な重装歩兵の男が彼の前に立ちはだかり、この幻影は、自分自身の脇を通り過ぎたものの、自分の隣に立っていた戦友を殺した、というのである。
ταῦτα μὲν δὴ Ἐπίζηλον ἐπυθόμην λέγειν.
エピゼロスがこのように語っていたと、私は聞き及んでいる。