§6.118.1Δᾶτις δὲ πορευόμενος ἅμα τῷ στρατῷ ἐς τὴν Ἀσίην, ἐπείτε ἐγένετο ἐν Μυκόνῳ, εἶδε ὄψιν ἐν τῷ ὕπνῳ.
达提斯率领军队返回亚洲,当他到达米科诺斯岛时,在梦中看到了一个幻象。
καὶ ἥτις μὲν ἦν ἡ ὄψις, οὐ λέγεται· ὁ δέ, ὡς ἡμέρη τάχιστα ἐπέλαμψε, ζήτησιν ἐποιέετο τῶν νεῶν, εὑρὼν δὲ ἐν νηὶ Φοινίσσῃ ἄγαλμα Ἀπόλλωνος κεχρυσωμένον ἐπυνθάνετο ὁκόθεν σεσυλημένον εἴη, πυθόμενος δὲ ἐξ οὗ ἦν ἱροῦ, ἔπλεε τῇ ἑωυτοῦ νηὶ ἐς Δῆλον·
关于这个幻象是什么,并没有记载;但他一等天亮,便立刻对船只进行搜查,在一艘腓尼基船上发现了一尊镀金的阿波罗神像,于是询问这是从哪里掠夺来的。 得知这尊神像来自哪座神殿后,他便乘坐自己的船前往提洛岛。
§6.118.2καὶ ἀπίκατο γὰρ τηνικαῦτα οἱ Δήλιοι ὀπίσω ἐς τὴν νῆσον, κατατίθεταί τε ἐς τὸ ἱρὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται τοῖσι Δηλίοισι ἀπαγαγεῖν τὸ ἄγαλμα ἐς Δήλιον τὸ Θηβαίων· τὸ δʼ ἔστι ἐπὶ θαλάσσῃ Χαλκίδος καταντίον.
因为当时提洛岛人已经回到了岛上,他便将神像安置在神殿里,并嘱咐提洛岛人,要把这尊神像送回属于底比斯人的德里翁;该地位于与哈尔基斯相对的海滨。
§6.118.3Δᾶτις μὲν δὴ ταῦτα ἐντειλάμενος ἀπέπλεε, τὸν δὲ ἀνδριάντα τοῦτον Δήλιοι οὐκ ἀπήγαγον, ἀλλά μιν διʼ ἐτέων εἴκοσι Θηβαῖοι αὐτοὶ ἐκ θεοπροπίου ἐκομίσαντο ἐπὶ Δήλιον.
达提斯在作了这些嘱托后便启航离去;然而,提洛岛人并没有送回这尊神像,而是过了二十年之后,底比斯人自己根据神谕将它迎回了德里翁。