§6.119.1τοὺς δὲ τῶν Ἐρετριέων ἀνδραποδισμένους Δᾶτίς τε καὶ Ἀρταφρένης, ὡς προσέσχον πρὸς τὴν Ἀσίην πλέοντες, ἀνήγαγον ἐς Σοῦσα.
奴隷とされたエレトリア人たちを、ダティスとアルタプレネスは、船でアジアに到着すると、スサへと連れて行った。
βασιλεὺς δὲ Δαρεῖος, πρὶν μὲν αἰχμαλώτους γενέσθαι τοὺς Ἐρετριέας, ἐνεῖχέ σφι δεινὸν χόλον, οἷα ἀρξάντων ἀδικίης προτέρων τῶν Ἐρετριέων·
ダレイオス王は、エレトリア人が捕虜になる前は、彼らに対して激しい怒りを抱いていた。 それは、エレトリア人の側が先に悪事を始めたからであった。
§6.119.2ἐπείτε δὲ εἶδε σφέας ἀπαχθέντας παρʼ ἑωυτὸν καὶ ἑωυτῷ ὑποχειρίους ἐόντας, ἐποίησε κακὸν ἄλλο οὐδέν, ἀλλὰ σφέας τῆς Κισσίης χώρης κατοίκισε ἐν σταθμῷ ἑωυτοῦ τῷ οὔνομα ἐστὶ Ἀρδέρικκα, ἀπὸ μὲν Σούσων δέκα καὶ διηκοσίους σταδίους ἀπέχοντι, τεσσεράκοντα δὲ ἀπὸ τοῦ φρέατος τὸ παρέχεται τριφασίας ἰδέας·
しかし、彼らが自分の前に連れてこられ、自分に服従しているのを見ると、王はそれ以上いかなる害も加えずに、キッシア地方にある、アルデリッカと呼ばれる自分の宿駅に彼らを入植させた。 そこはスサから二百十スタディオン、三種類の物質を産出する井戸から四十スタディオン離れた場所にある。
καὶ γὰρ ἄσφαλτον καὶ ἅλας καὶ ἔλαιον ἀρύσσονται ἐξ αὐτοῦ τρόπῳ τοιῷδε·
というのも、そこからはアスファルトと塩、そして油が、次のような方法で汲み出されているからである。
§6.119.3ἀντλέεται μὲν κηλωνηίῳ, ἀντὶ δὲ γαυλοῦ ἥμισυ ἀσκοῦ οἱ προσδέδεται·
それは跳ねつるべで汲み上げられるが、水桶の代わりに、半分に切った革袋がそのつるべに結びつけられている。
ὑποτύψας δὲ τούτῳ ἀντλέει καὶ ἔπειτα ἐγχέει ἐς δεξαμενήν·
これを(井戸に)差し入れて汲み上げ、それから貯水槽に注ぎ込む。
ἐκ δὲ ταύτης ἐς ἄλλο διαχεόμενον τρέπεται τριφασίας ὁδούς.
そこからさらに別の容器に流し込まれると、それは三つの道に分かれる。
καὶ ἡ μὲν ἄσφαλτος καὶ οἱ ἅλες πήγνυνται παραυτίκα· τὸ δὲ ἔλαιον οἱ Πέρσαι καλέουσι τοῦτο ῥαδινάκην, ἔστι δὲ μέλαν καὶ ὀδμὴν παρεχόμενον βαρέαν.
アスファルトと塩はすぐに固まるが、ペルシア人が「ラディナケ」と呼ぶ油は黒く、きつい臭いを放つ。
§6.119.4ἐνθαῦτα τοὺς Ἐρετριέας κατοίκισε βασιλεὺς Δαρεῖος, οἳ καὶ μέχρι ἐμέο εἶχον τὴν χώρην ταύτην, φυλάσοντες τὴν ἀρχαίην γλῶσσαν.
この場所にダレイオス王はエレトリア人を入植させ、彼らは私の時代に及ぶまで、古い言語を守りながらこの地を所有していた。
τὰ μὲν δὴ περὶ Ἐρετριέας ἔσχε οὕτω.
エレトリア人に関する事柄は、このようにして推移した。