§5.83.1τοῦτον δʼ ἔτι τὸν χρόνον καὶ πρὸ τοῦ Αἰγινῆται Ἐπιδαυρίων ἤκουον τά τε ἄλλα καὶ δίκας διαβαίνοντες ἐς Ἐπίδαυρον ἐδίδοσάν τε καὶ ἐλάμβανον παρʼ ἀλλήλων οἱ Αἰγινῆται·
この時期、またそれより前にも、アイギナ人はエピダウロス人の支配に従っており、とりわけ海を渡ってエピダウロスへと行き、お互いの間で訴訟の判決を下したり受けたりしていた。
τὸ δὲ ἀπὸ τοῦδε νέας τε πηξάμενοι καὶ ἀγνωμοσύνῃ χρησάμενοι ἀπέστησαν ἀπὸ τῶν Ἐπιδαυρίων.
しかしこれ以降、彼らは船を建造し、不実な態度をとってエピダウロス人から離反した。
§5.83.2ἅτε δὲ ἐόντες διάφοροι ἐδηλέοντο αὐτούς, ὥστε θαλασσοκράτορες ἐόντες, καὶ δὴ καὶ τὰ ἀγάλματα ταῦτα τῆς τε Δαμίης καὶ τῆς Αὐξησίης ὑπαιρέονται αὐτῶν, καί σφεα ἐκόμισάν τε καὶ ἱδρύσαντο τῆς σφετέρης χώρης ἐς τὴν μεσόγαιαν, τῇ Οἴη μὲν ἐστὶ οὔνομα, στάδια δὲ μάλιστά κῃ ἀπὸ τῆς πόλιος ὡς εἴκοσι ἀπέχει.
彼らは敵対関係にあったため、制海権を握っていたこともあってエピダウロス人を害し、さらには、これらダミアとアウクセシアの像を彼らから強奪し、それらを持ち去って自国の内陸部、オイエという名の、都市からおよそ二十スタディオンほど離れた場所に安置した。
§5.83.3ἱδρυσάμενοι δὲ ἐν τούτῳ τῷ χώρῳ θυσίῃσί τε σφέα καὶ χοροῖσι γυναικηίοισι κερτομίοισι ἱλάσκοντο, χορηγῶν ἀποδεικνυμένων ἑκατέρῃ τῶν δαιμόνων δέκα ἀνδρῶν·
この場所に安置すると、彼らは生贄を捧げ、また嘲りを伴う女たちの合唱舞踊によって彼女らを宥めた。 その際、二柱の女神のそれぞれに十人の男性が合唱隊世話人として指名された。
κακῶς δὲ ἠγόρευον οἱ χοροὶ ἄνδρα μὲν οὐδένα, τὰς δὲ ἐπιχωρίας γυναῖκας.
合唱隊は、男は誰も罵らず、地元の女性たちを罵った。
ἦσαν δὲ καὶ τοῖσι Ἐπιδαυρίοισι αἱ αὐταὶ ἱροεργίαι· εἰσὶ δέ σφι καὶ ἄρρητοι ἱρουργίαι.
エピダウロス人にもこれと同じ聖なる儀式があったが、彼らには口にしてはならない秘儀の儀式もある。