§5.83.1τοῦτον δʼ ἔτι τὸν χρόνον καὶ πρὸ τοῦ Αἰγινῆται Ἐπιδαυρίων ἤκουον τά τε ἄλλα καὶ δίκας διαβαίνοντες ἐς Ἐπίδαυρον ἐδίδοσάν τε καὶ ἐλάμβανον παρʼ ἀλλήλων οἱ Αἰγινῆται·
이 시기 및 그 이전에도 아이기나인들은 에피다우로스인들에게 복종하고 있었으며, 특히 바다를 건너 에피다우로스로 가서 서로 간에 소송을 제기하고 판결을 받곤 했다.
τὸ δὲ ἀπὸ τοῦδε νέας τε πηξάμενοι καὶ ἀγνωμοσύνῃ χρησάμενοι ἀπέστησαν ἀπὸ τῶν Ἐπιδαυρίων. §5.83.2ἅτε δὲ ἐόντες διάφοροι ἐδηλέοντο αὐτούς, ὥστε θαλασσοκράτορες ἐόντες, καὶ δὴ καὶ τὰ ἀγάλματα ταῦτα τῆς τε Δαμίης καὶ τῆς Αὐξησίης ὑπαιρέονται αὐτῶν, καί σφεα ἐκόμισάν τε καὶ ἱδρύσαντο τῆς σφετέρης χώρης ἐς τὴν μεσόγαιαν, τῇ Οἴη μὲν ἐστὶ οὔνομα, στάδια δὲ μάλιστά κῃ ἀπὸ τῆς πόλιος ὡς εἴκοσι ἀπέχει. §5.83.3ἱδρυσάμενοι δὲ ἐν τούτῳ τῷ χώρῳ θυσίῃσί τε σφέα καὶ χοροῖσι γυναικηίοισι κερτομίοισι ἱλάσκοντο, χορηγῶν ἀποδεικνυμένων ἑκατέρῃ τῶν δαιμόνων δέκα ἀνδρῶν·
그러나 이 일 이후로 그들은 배를 건조하고 불손한 태도를 취하며 에피다우로스인들로부터 이탈했다. 그들은 불화를 겪게 되면서, 마침 제해권을 장악하고 있었기에 에피다우로스인들을 공격했다. 급기야 그들은 다미아와 아욱세시아의 이 신상들을 그들에게서 강탈하여, 자신들의 영토 내륙인 오이에라 불리는 곳으로 가져가 건립했는데, 그곳은 도시에서 약 20스타디온 정도 떨어진 곳이다. 이 지역에 신상을 건립한 뒤, 그들은 제물과 조롱하는 여인들의 코러스로 신상들을 달랬으며, 두 여신 각각에 대해 열 명의 남성이 코레고스(코러스 책임자)로 임명되었다.
κακῶς δὲ ἠγόρευον οἱ χοροὶ ἄνδρα μὲν οὐδένα, τὰς δὲ ἐπιχωρίας γυναῖκας.
코러스는 남성은 아무도 모욕하지 않고, 오직 현지의 여인들만을 모욕했다.
ἦσαν δὲ καὶ τοῖσι Ἐπιδαυρίοισι αἱ αὐταὶ ἱροεργίαι· εἰσὶ δέ σφι καὶ ἄρρητοι ἱρουργίαι.
에피다우로스인들에게도 이와 동일한 제의가 있었으나, 그들에게는 발설해서는 안 되는 비의 제의도 존재한다.