§5.64.1μετὰ δὲ Λακεδαιμόνιοι μέζω στόλον στείλαντες ἀπέπεμψαν ἐπὶ τὰς Ἀθήνας, στρατηγὸν τῆς στρατιῆς ἀποδέξαντες βασιλέα Κλεομένεα τὸν Ἀναξανδρίδεω, οὐκέτι κατὰ θάλασσαν στείλαντες ἀλλὰ κατʼ ἤπειρον·
その後、ラケダイモン人たちはより大規模な遠征軍を編成してアテナイに向けて派遣した。 彼らは、軍の将軍としてアナクサンドリデスの子である王クレオメネスを任命し、彼らを今回はもはや海路ではなく、陸路で派遣したのである。
§5.64.2τοῖσι ἐσβαλοῦσι ἐς τὴν Ἀττικὴν χώρην ἡ τῶν Θεσσαλῶν ἵππος πρώτη προσέμιξε καὶ οὐ μετὰ πολλὸν ἐτράπετο, καὶ σφεων ἔπεσον ὑπὲρ τεσσεράκοντα ἄνδρας·
アッティカ地方に侵入した彼らに、テッサリアの騎兵が最初に交戦したが、それほど経たないうちに敗走し、彼らのうち四十人を超える男たちが討ち死にした。
οἱ δὲ περιγενόμενοι ἀπαλλάσσοντο ὡς εἶχον εὐθὺς ἐπὶ Θεσσαλίης.
生き残った者たちは、そのまま直ちにテッサリアへと撤退した。
Κλεομένης δὲ ἀπικόμενος ἐς τὸ ἄστυ ἅμα Ἀθηναίων τοῖσι βουλομένοισι εἶναι ἐλευθέροισι ἐπολιόρκεε τοὺς τυράννους ἀπεργμένους ἐν τῷ Πελασγικῷ τείχεϊ.
一方、クレオメネスは都に到着すると、自由であることを望むアテナイ人たちとともに、ペラスゴス城壁に閉じこもった僭主たちを包囲した。