§5.64.1μετὰ δὲ Λακεδαιμόνιοι μέζω στόλον στείλαντες ἀπέπεμψαν ἐπὶ τὰς Ἀθήνας, στρατηγὸν τῆς στρατιῆς ἀποδέξαντες βασιλέα Κλεομένεα τὸν Ἀναξανδρίδεω, οὐκέτι κατὰ θάλασσαν στείλαντες ἀλλὰ κατʼ ἤπειρον·
Thereafter, the Lacedaemonians prepared a larger expedition and sent them off against Athens, having appointed King Cleomenes, the son of Anaxandrides, as commander of the army, sending them no longer by sea, but by land.
§5.64.2τοῖσι ἐσβαλοῦσι ἐς τὴν Ἀττικὴν χώρην ἡ τῶν Θεσσαλῶν ἵππος πρώτη προσέμιξε καὶ οὐ μετὰ πολλὸν ἐτράπετο, καὶ σφεων ἔπεσον ὑπὲρ τεσσεράκοντα ἄνδρας· οἱ δὲ περιγενόμενοι ἀπαλλάσσοντο ὡς εἶχον εὐθὺς ἐπὶ Θεσσαλίης.
To those who invaded the Attic territory, the Thessalian cavalry first engaged, and before long was routed, and more than forty men of them fell; the survivors departed immediately for Thessaly just as they were.
Κλεομένης δὲ ἀπικόμενος ἐς τὸ ἄστυ ἅμα Ἀθηναίων τοῖσι βουλομένοισι εἶναι ἐλευθέροισι ἐπολιόρκεε τοὺς τυράννους ἀπεργμένους ἐν τῷ Πελασγικῷ τείχεϊ.
And Cleomenes, having arrived at the city, together with those of the Athenians who wished to be free, besieged the tyrants shut up in the Pelasgian wall.