§5.63.1ὡς ὦν δὴ οἱ Ἀθηναῖοι λέγουσι, οὗτοι οἱ ἄνδρες ἐν Δελφοῖσι κατήμενοι ἀνέπειθον τὴν Πυθίην χρήμασι, ὅκως ἔλθοιεν Σπαρτιητέων ἄνδρες εἴτε ἰδίῳ στόλῳ εἴτε δημοσίῳ χρησόμενοι, προφέρειν σφι τὰς Ἀθήνας ἐλευθεροῦν.
アテナイ人たちが語るところによれば、デルポイに陣取っていたこの男たちは、スパルタ人たちが私的または公的に神託を求めにやって来るたびに、彼らに対してアテナイを解放せよと告げるよう、金を使ってピュティアを抱き込んだのだという。
§5.63.2Λακεδαιμόνιοι δέ, ὥς σφι αἰεὶ τὠυτὸ πρόφαντον ἐγίνετο, πέμπουσι Ἀγχιμόλιον τὸν Ἀστέρος, ἐόντα τῶν ἀστῶν ἄνδρα δόκιμον, σὺν στρατῷ ἐξελῶντα Πεισιστρατίδας ἐξ Ἀθηνέων ὅμως καὶ ξεινίους σφι ἐόντας τὰ μάλιστα·
ラケダイモン人たちは、常に自分たちに同じ神託が下されるのを受けて、アステルの子で市民の中でも名望ある男であったアンキモリオスを、軍勢とともに派遣して、ペイシストラトス一族をアテナイから追放しようとした。 それは、この一族が彼らにとって極めて親しい客分であったにもかかわらずのことであった。
τὰ γὰρ τοῦ θεοῦ πρεσβύτερα ἐποιεῦντο ἢ τὰ τῶν ἀνδρῶν·
彼らは神の事柄を人間の事柄よりも重んじたからである。
πέμπουσι δὲ τούτους κατὰ θάλασσαν πλοίοισι.
彼らはこの軍勢を船で海路派遣した。
§5.63.3ὃ μὲν δὴ προσσχὼν ἐς Φάληρον τὴν στρατιὴν ἀπέβησε, οἱ δὲ Πεισιστρατίδαι προπυνθανόμενοι ταῦτα ἐπεκαλέοντο ἐκ Θεσσαλίης ἐπικουρίην·
彼はファレロンに船を寄せ、軍勢を上陸させた。 一方、ペイシストラトス一族はこれを事前に察知して、テッサリアに支援を求めた。
ἐπεποίητο γάρ σφι συμμαχίη πρὸς αὐτούς.
彼らの間には同盟関係が結ばれていたからである。
Θεσσαλοὶ δέ σφι δεομένοισι ἀπέπεμψαν κοινῇ γνώμῃ χρεώμενοι χιλίην τε ἵππον καὶ τὸν βασιλέα τὸν σφέτερον Κινέην ἄνδρα Κονιαῖον·
テッサリア人は彼らの要請に応じ、共同の決議に基づき、千騎の騎兵と、自分たちの王であるコニア出身のキネアスを派遣した。
τοὺς ἐπείτε ἔσχον συμμάχους οἱ Πεισιστρατίδαι, ἐμηχανῶντο τοιάδε·
ペイシストラトス一族は彼らを同盟軍として得ると、次のような策を講じた。
§5.63.4κείραντες τῶν Φαληρέων τὸ πεδίον καὶ ἱππάσιμον ποιήσαντες τοῦτον τὸν χῶρον ἐπῆκαν τῷ στρατοπέδῳ τὴν ἵππον·
彼らはファレロンの平野を切り開いて、この場所を騎馬の行動に適するようにした上で、その騎兵を敵陣に突撃させた。
ἐμπεσοῦσα δὲ διέφθειρε ἄλλους τε πολλοὺς τῶν Λακεδαιμονίων καὶ δὴ καὶ τὸν Ἀγχιμόλιον·
突入した騎兵は多くのラケダイモン兵と、とりわけアンキモリオスを討ち死にさせた。
τοὺς δὲ περιγενομένους αὐτῶν ἐς τὰς νέας κατεῖρξαν.
生き残った者たちを、彼らは船へと追い詰めた。
ὁ μὲν δὴ πρῶτος στόλος ἐκ Λακεδαίμονος οὕτω ἀπήλλαξε, καὶ Ἀγχιμολίου εἰσὶ ταφαὶ τῆς Ἀττικῆς Ἀλωπεκῆσι, ἀγχοῦ τοῦ Ἡρακλείου τοῦ ἐν Κυνοσάργεϊ.
ラケダイモンからの最初の遠征軍はこのようにして敗退し、アンキモリオスの墓はアッティカのアロペケ、キュノサルゲスにあるヘラクレス神殿の近くに置かれている。