Humanitext Reader

ヘロドトス · 歴史 §5.52.1-5.52.6

スサに至る王の道の宿駅と行程の地理的詳細

821 / 1577 箇所 · ギリシア語

要旨

サペルダ(スサ)へと続く王の道の地理的詳細、中継地点、距離(パラサング単位)、および経由する主要な河川や国境の関門、衛兵所について説明される。

§5.52.1ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε·
というのも、この道に関する事情は次のようになっているからである。
σταθμοί τε πανταχῇ εἰσι βασιλήιοι καὶ καταλύσιες κάλλισται, διὰ οἰκεομένης τε ἡ ὁδὸς ἅπασα καὶ ἀσφαλέος.
至る所に大王の宿駅と、極めて立派な宿舎があり、道はすべて人の住む安全な土地を通っている。
διὰ μέν γε Λυδίης καὶ Φρυγίης σταθμοὶ τείνοντες εἴκοσι εἰσί, παρασάγγαι δὲ τέσσερες καὶ ἐνενήκοντα καὶ ἥμισυ.
§ リディアとフリュギアを通る宿駅は続いて二十あり、パラサングにして九十四と半分である。
§5.52.2ἐκδέκεται δὲ ἐκ τῆς Φρυγίης ὁ Ἅλυς ποταμός, ἐπʼ ᾧ πύλαι τε ἔπεισι, τὰς διεξελάσαι πᾶσα ἀνάγκη καὶ οὕτω διεκπερᾶν τὸν ποταμόν, καὶ φυλακτήριον μέγα ἐπʼ αὐτῷ.
フリュギアに続いてハリュス川があり、その川の上には門があって、そこを通り抜け、そうして川を渡ることがどうしても必要であり、またそこには大きな衛兵所がある。
διαβάντι δὲ ἐς τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ μέχρι οὔρων τῶν Κιλικίων σταθμοὶ δυῶν δέοντες εἰσὶ τριήκοντα, παρασάγγαι δὲ τέσσερες καὶ ἑκατόν.
カッパドキアへ渡り、そこを進んでキリキアの境界に至るまでの者にとっては、宿駅は二十八あり、パラサングにして百四である。
ἐπὶ δὲ τοῖσι τούτων οὔροισι διξάς τε πύλας διεξελᾷς καὶ διξὰ φυλακτήρια παραμείψεαι.
これら両国の境界においては、二重の門を通り抜け、二つの衛兵所を通過することになる。
§5.52.3ταῦτα δὲ διεξελάσαντι καὶ διὰ τῆς Κιλικίης ὁδὸν ποιευμένῳ τρεῖς εἱσι σταθμοί, παρασάγγαι δὲ πεντεκαίδεκα καὶ ἥμισυ.
これらを通り抜け、キリキアを通って旅をする者にとっては、宿駅が三つあり、パラサングにして十五と半分である。
οὖρος δὲ Κιλικίης καὶ τῆς Ἀρμενίης ἐστὶ ποταμὸς νηυσιπέρητος, τῷ οὔνομα Εὐφρήτης.
キリキアとアルメニアの境界は、船で渡らねばならない川であり、その名はユーフラテスという。
ἐν δὲ τῇ Ἀρμενίῃ σταθμοὶ μὲν εἰσὶ καταγωγέων πεντεκαίδεκα, παρασάγγαι δὲ ἓξ καὶ πεντήκοντα καὶ ἥμισυ, καὶ φυλακτήριον ἐν αὐτοῖσι.
アルメニアには宿舎のある宿駅が十五あり、パラサングにして五十六と半分であって、その間には衛兵所がある。
§5.52.4ἐκ δὲ ταύτης τῆς Ἀρμενίης ἐς βάλλοντι ἐς τὴν Ματιηνὴν γῆν σταθμοί εἰσι τέσσερες καὶ τριήκοντα, παρασάγγαι δὲ ἑπτὰ καὶ τριήκοντα καὶ ἑκατόν.
このアルメニアからマティエネの地へと入る者にとっては、宿駅が三十四あり、パラサングにして百三十七である。
ποταμοὶ δὲ νηυσιπέρητοι τέσσερες διὰ ταύτης ῥέουσι, τοὺς πᾶσα ἀνάγκη διαπορθμεῦσαι ἐστί, πρῶτος μὲν Τίγρης, μετὰ δὲ δεύτερός τε καὶ τρίτος ὡυτὸς ὀνομαζόμενος, οὐκ ὡυτὸς ἐὼν ποταμὸς οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων·
船で渡らねばならない四つの川がこの地を流れており、それらをどうしても船で渡らなければならない。 第一はティグリス川であり、その後に第二と第三の、同じ名前で呼ばれる川がある。 しかし、これらは同一の川ではなく、また同じ場所から流れ出ているわけでもない。
ὁ μὲν γὰρ πρότερον αὐτῶν καταλεχθεὶς ἐξ Ἀρμενίων ῥέει, ὁ δʼ ὕστερον ἐκ Ματιηνῶν·
というのも、それらのうち先に挙げた方はアルメニア人の土地から流れており、後に挙げた方はマティエネ人の土地から流れているからである。
§5.52.5ὁ δὲ τέταρτος τῶν ποταμῶν οὔνομα ἔχει Γύνδης, τὸν Κῦρος διέλαβε κοτὲ ἐς διώρυχας ἑξήκοντα καὶ τριηκοσίας.
四番目の川はギュンデスという名であり、かつてキュロスが三百六十の水路に分割した川である。
§5.52.6ἐκ δὲ ταύτης ἐς τὴν Κισσίην χώρην μεταβαίνοντι ἕνδεκα σταθμοί, παρασάγγαι δὲ δύο καὶ τεσσεράκοντα καὶ ἥμισυ ἐστὶ ἐπὶ ποταμὸν Χοάσπην, ἐόντα καὶ τοῦτον νηυσιπέρητον·
ここからキッシアの地方へと進む者にとっては、宿駅が十一あり、船で渡らねばならないもう一つの川であるチョアスペス川に達するまで、パラサングにして四十二と半分である。
ἐπʼ ᾧ Σοῦσα πόλις πεπόλισται.
この川のほとりに、スサの都が築かれている。

語釈・文法注

  1. 5.52.1ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε — 自動詞化した ἔχω に副詞 ὧδε が結合した「〜という状態にある」という慣用表現。主語は具体的な名詞ではなく、一般的な「事態」や「状況」を指す。γάρ はこの章から始まる詳細な説明(王の道の全容)を導入している。
  2. 5.52.2διαβάντι δὲ ἐς τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ — 「関係の与格」(あるいは判断者の与格)として機能する分詞。旅路の順路を説明する際、「〜に渡り、進む者にとって」という形で、旅人の視点を基準とした距離や駅数を提示するヘロドトス特有の構文である。§5.52.3、§5.52.4、§5.52.6 にも同様の構造(διεξελάσαντι, ἐσβάλλοντι, μεταβαίνοντι)が見られる。
  3. 5.52.2δυῶν δέοντες εἴκοσι εἶσι τριήκοντα — 「30に2を欠く」すなわち「28」を意味するギリシア語独特の減法的数詞表現。δέοντες は δέω(欠く)の現在分詞・男性複数形。
  4. 5.52.2διεξελᾷς — 動詞 διεξελάω の未来形(アッティカ未来・縮約未来)の2人称単数。読者(あるいは聞き手)を直接的な旅路の主体として擬似的に想定する二人称の表現である。続く παραμείψεαι(παραμείβομαι の中道未来2人称単数)と対になっている。

この箇所を引用する

ヘロドトス, 歴史 §5.52.1-5.52.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.52.1-5.52.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。