§5.46.1συνέπλεον δὲ Δωριέι καὶ ἄλλοι συγκτίσται Σπαρτιητέων, Θεσσαλὸς καὶ Παραιβάτης καὶ Κελέης καὶ Εὐρυλέων·
ドリエウスには、他にもスパルタ人の共同入植者たち、テッサロス、パライバテス、ケレエス、エウリュレオンが同行していた。
οἳ ἐπείτε ἀπίκοντο παντὶ στόλῳ ἐς τὴν Σικελίην, ἀπέθανον μάχῃ ἑσσωθέντες ὑπό τε Φοινίκων καὶ Ἐγεσταίων·
彼らは全船隊を率いてシケリアに到着したが、フェニキア人とエゲスタ人との戦いに敗れて戦死した。
μοῦνος δὲ Εὐρυλέων τῶν συγκτιστέων περιεγένετο τούτου τοῦ πάθεος.
この災厄から共同入植者の中でただ一人、エウリュレオンだけが生き残った。
§5.46.2συλλαβὼν δὲ οὗτος τῆς στρατιῆς τοὺς περιγενομένους ἔσχε Μινώην τὴν Σελινουσίων ἀποικίην, καὶ συνελευθέρου Σελινουσίους τοῦ μουνάρχου Πειθαγόρεω·
彼は生き残った軍勢を糾合して、セリヌス人の植民市ミノアを占領し、セリヌス人を独裁者ペイタゴラスから解放するのを助けた。
μετὰ δὲ ὡς τοῦτον κατεῖλε, αὐτὸς τυραννίδι ἐπεχείρησε Σελινοῦντος καὶ ἐμουνάρχησε χρόνον ἐπʼ ὀλίγον·
しかしその後、ペイタゴラスを打倒すると、彼自身がセリヌスの僭主の座を狙い、わずかの間独裁権を握った。
οἱ γάρ μιν Σελινούσιοι ἐπαναστάντες ἀπέκτειναν καταφυγόντα ἐπὶ Διὸς ἀγοραίου βωμόν.
というのも、セリヌス人たちが蜂起し、広場のゼウスの祭壇に逃げ込んだ彼を殺害したからである。