§5.46.1συνέπλεον δὲ Δωριέι καὶ ἄλλοι συγκτίσται Σπαρτιητέων, Θεσσαλὸς καὶ Παραιβάτης καὶ Κελέης καὶ Εὐρυλέων·
Other Spartan co-founders sailed with Dorieus as well: Thessalus, Paraibates, Celees, and Euryleon.
οἳ ἐπείτε ἀπίκοντο παντὶ στόλῳ ἐς τὴν Σικελίην, ἀπέθανον μάχῃ ἑσσωθέντες ὑπό τε Φοινίκων καὶ Ἐγεσταίων· μοῦνος δὲ Εὐρυλέων τῶν συγκτιστέων περιεγένετο τούτου τοῦ πάθεος.
When they arrived in Sicily with their entire expedition, they were defeated in battle by both the Phoenicians and the Egestans and died; of the co-founders, Euryleon alone survived this disaster.
§5.46.2συλλαβὼν δὲ οὗτος τῆς στρατιῆς τοὺς περιγενομένους ἔσχε Μινώην τὴν Σελινουσίων ἀποικίην, καὶ συνελευθέρου Σελινουσίους τοῦ μουνάρχου Πειθαγόρεω·
Having rallied the survivors of the army, he seized Minoa, the colony of the Selinuntines, and helped to liberate the Selinuntines from their monarch Peithagoras.
μετὰ δὲ ὡς τοῦτον κατεῖλε, αὐτὸς τυραννίδι ἐπεχείρησε Σελινοῦντος καὶ ἐμουνάρχησε χρόνον ἐπʼ ὀλίγον· οἱ γάρ μιν Σελινούσιοι ἐπαναστάντες ἀπέκτειναν καταφυγόντα ἐπὶ Διὸς ἀγοραίου βωμόν.
Afterward, when he had overthrown Peithagoras, he himself made an attempt on the tyranny of Selinus and ruled as sole ruler for a short time; for the Selinuntines rose up against him and killed him, even though he had fled to the altar of Zeus of the Agora.