§5.110.1Ἴωνες μὲν τούτοισι ἀμείψαντο·
イオニア人たちはこのように答えた。
μετὰ δε ἡκόντων ἐς τὸ πεδίον τὸ Σαλαμινίων τῶν Περσέων, διέτασσον οἱ βασιλέες τῶν Κυπρίων, τοὺς μὲν ἄλλους Κυπρίους κατὰ τοὺς ἄλλους στρατιώτας ἀντιτάσσοντες, Σαλαμινίων δὲ καὶ Σολίων ἀπολέξαντες τὸ ἄριστον ἀντέτασσον Πέρσῃσι·
その後、ペルシア人たちがサラミス人の平原にやって来ると、キプロスの王たちは軍を配備し、他のキプロス人たちを(敵の)他の兵士たちに対峙させて配置する一方で、サラミス人とソロイ人の中から最精鋭を選び抜いてペルシア人に対峙させた。
Ἀρτυβίῳ δὲ τῷ στρατηγῷ τῶν Περσέων ἐθελοντὴς ἀντετάσσετο Ὀνήσιλος.
そして、ペルシア人の将軍アルテュビオスに対しては、オネシロスが自ら望んで対峙した。