§4.86.1μεμέτρηται δὲ ταῦτα ὧδε.
これら(の寸法)は次のように測定されている。
νηῦς ἐπίπαν μάλιστα κῃ κατανύει ἐν μακρημερίῃ ὀργυιὰς ἑπτακισμυρίας, νυκτὸς δὲ ἑξακισμυρίας.
船は一般におおよそ、昼の長い時期の1日に7万オルギュイアを、夜間に6万オルギュイアを走破する。
§4.86.2ἤδη ὦν ἐς μὲν Φᾶσιν ἀπὸ τοῦ στόματος (τοῦτο γὰρ ἐστὶ τοῦ Πόντου μακρότατον) ἡμερέων ἐννέα πλόος ἐστὶ καὶ νυκτῶν ὀκτώ·
したがって、入り口からファシス(これこそがポントス海の最も長い部分だからである)までは、9日と8夜の航海である。
αὗται ἕνδεκα μυριάδες καὶ ἑκατὸν ὀργυιέων γίνονται, ἐκ δὲ τῶν ὀργυιέων τουτέων στάδιοι ἑκατὸν καὶ χίλιοι καὶ μύριοι εἰσί.
これらは111万オルギュイアになり、これらのオルギュイアからは、1万1100スタディオンとなる。
§4.86.3ἐς δὲ Θεμισκύρην τὴν ἐπὶ Θερμώδοντι ποταμῷ ἐκ τῆς Σινδικῆς (κατὰ τοῦτο γὰρ ἐστὶ τοῦ Πόντου εὐρύτατον) τριῶν τε ἡμερέων καὶ δύο νυκτῶν πλόος·
また、シンディケからテルモドン川沿いのテミスキュラ(ここがポントス海の最も広い部分だからである)までは、3日と2夜の航海である。
αὗται δὲ τρεῖς μυριάδες καὶ τριήκοντα ὀργυιέων γίνονται, στάδιοι δὲ τριηκόσιοι καὶ τρισχίλιοι.
これらは33万オルギュイアになり、3300スタディオンとなる。
§4.86.4ὁ μέν νυν Πόντος οὗτος καὶ Βόσπορός τε καὶ Ἑλλήσποντος οὕτω τέ μοι μεμετρέαται καὶ κατὰ τὰ εἰρημένα πεφύκασι, παρέχεται δὲ καὶ λίμνην ὁ Πόντος οὗτος ἐκδιδοῦσαν ἐς αὐτὸν οὐ πολλῷ τεῳ ἐλάσσω ἑωυτοῦ, ἣ Μαιῆτίς τε καλέεται καὶ μήτηρ τοῦ Πόντου.
さて、このポントス海、ボスポロス、およびヘレスポントスは、このようにして私によって測定され、述べられた通りの性質を持っている。 また、このポントス海は、自身へと流れ込む、自身よりそれほど小さくはない湖を擁しており、これはマイエティスと呼ばれ、「ポントス海の母」とも呼ばれている。