§4.86.1μεμέτρηται δὲ ταῦτα ὧδε.
These measurements have been made as follows.
νηῦς ἐπίπαν μάλιστα κῃ κατανύει ἐν μακρημερίῃ ὀργυιὰς ἑπτακισμυρίας, νυκτὸς δὲ ἑξακισμυρίας.
A ship, as a general rule, accomplishes in the course of a long day about seventy thousand orguiai, and in the night sixty thousand.
§4.86.2ἤδη ὦν ἐς μὲν Φᾶσιν ἀπὸ τοῦ στόματος (τοῦτο γὰρ ἐστὶ τοῦ Πόντου μακρότατον) ἡμερέων ἐννέα πλόος ἐστὶ καὶ νυκτῶν ὀκτώ· αὗται ἕνδεκα μυριάδες καὶ ἑκατὸν ὀργυιέων γίνονται, ἐκ δὲ τῶν ὀργυιέων τουτέων στάδιοι ἑκατὸν καὶ χίλιοι καὶ μύριοι εἰσί.
Therefore, from the mouth to Phasis (for this is the longest part of the Pontus) is a voyage of nine days and eight nights; these make one hundred and eleven myriads of orguiai, and from these orguiai come eleven thousand one hundred stades.
§4.86.3ἐς δὲ Θεμισκύρην τὴν ἐπὶ Θερμώδοντι ποταμῷ ἐκ τῆς Σινδικῆς (κατὰ τοῦτο γὰρ ἐστὶ τοῦ Πόντου εὐρύτατον) τριῶν τε ἡμερέων καὶ δύο νυκτῶν πλόος· αὗται δὲ τρεῖς μυριάδες καὶ τριήκοντα ὀργυιέων γίνονται, στάδιοι δὲ τριηκόσιοι καὶ τρισχίλιοι.
And from Sindyke to Themiscyra on the river Thermodon (for here is the widest part of the Pontus) is a voyage of three days and two nights; these make thirty-three myriads of orguiai, and three thousand three hundred stades.
§4.86.4ὁ μέν νυν Πόντος οὗτος καὶ Βόσπορός τε καὶ Ἑλλήσποντος οὕτω τέ μοι μεμετρέαται καὶ κατὰ τὰ εἰρημένα πεφύκασι, παρέχεται δὲ καὶ λίμνην ὁ Πόντος οὗτος ἐκδιδοῦσαν ἐς αὐτὸν οὐ πολλῷ τεῳ ἐλάσσω ἑωυτοῦ, ἣ Μαιῆτίς τε καλέεται καὶ μήτηρ τοῦ Πόντου.
Now this Pontus and the Bosporus and the Hellespont have been measured by me in this manner, and they are of the nature indeed which has been said. Moreover, this Pontus has a lake which empties into it, not much smaller than itself, which is indeed called Maeotis and the mother of the Pontus.