§4.87.1ὁ δὲ Δαρεῖος ὡς ἐθεήσατο τὸν Πόντον, ἔπλεε ὀπίσω ἐπὶ τὴν γέφυραν, τῆς ἀρχιτέκτων ἐγένετο Μανδροκλέης Σάμιος·
ダレイオスはポントス海を眺めると、サモス人マンドロクレスが設計者であったあの橋へと船を引き返した。
θεησάμενος δὲ καὶ τὸν Βόσπορον στήλας ἔστησε δύο ἐπʼ αὐτοῦ λίθου λευκοῦ, ἐνταμὼν γράμματα ἐς μὲν τὴν Ἀσσύρια ἐς δὲ τὴν Ἑλληνικά, ἔθνεα πάντα ὅσα περ ἦγε·
そしてボスポロスをも眺めた上で、そのほとりに白い石の2本の碑を立て、一方にはアッシリア文字を、他方にはギリシア文字を刻み込んで、自分が率いていたすべての諸民族を書き並べた。
ἦγε δὲ πάντα τῶν ἦρχε.
そして彼は、自らが支配していたすべての民族を率いていたのである。
τούτων μυριάδες ἐξηριθμήθησαν, χωρὶς τοῦ ναυτικοῦ, ἑβδομήκοντα σὺν ἱππεῦσι, νέες δὲ ἑξακόσιαι συνελέχθησαν.
これらの兵士の数は、海軍を除き、騎兵を合わせて70万と数えられ、船は600隻が集められていた。
§4.87.2τῇσι μέν νυν στήλῃσι ταύτῃσι Βυζάντιοι κομίσαντες ἐς τὴν πόλιν ὕστερον τούτων ἐχρήσαντο πρὸς τὸν βωμὸν τῆς Ὀρθωσίης Ἀρτέμιδος, χωρὶς ἑνὸς λίθου·
さて、ビュザンティオン人たちは後にこれらの碑を市へと運び出し、1つの石を除いて、オルテュシア・アルテミスの祭壇のために使用した。
οὗτος δὲ κατελείφθη παρὰ τοῦ Διονύσου τὸν νηὸν ἐν Βυζαντίῳ, γραμμάτων Ἀσσυρίων πλέος.
この1つの石はビュザンティオンにあるディオニュソスの神殿の傍らに残され、アッシリア文字が刻まれたままとなっていた。
τοῦ δὲ Βοσπόρου ὁ χῶρος τὸν ἔζευξε βασιλεὺς Δαρεῖος, ὡς ἐμοὶ δοκέει συμβαλλομένῳ, μέσον ἐστὶ Βυζαντίου τε καὶ τοῦ ἐπὶ στόματι ἱροῦ.
また、ダレイオス王が橋を架けたボスポロスの場所は、私が推測するに、ビュザンティオンと、入り口にある神殿との中間にある。