§4.78.1οὗτος μέν νυν οὕτω δὴ ἔπρηξε διὰ ξεινικά τε νόμαια καὶ Ἑλληνικὰς ὁμιλίας.
このようにして、この男は異国の習慣とギリシア人との交わりのために、まさにそのような最期を遂げた。
πολλοῖσι δὲ κάρτα ἔτεσι ὕστερον Σκύλης ὁ Ἀριαπείθεος ἔπαθε παραπλήσια τούτῳ.
しかし、それから非常に多くの年のちに、アリアペイテスの子スキュレスが、彼と酷似した運命をたどることになった。
Ἀριαπείθεϊ γὰρ τῷ Σκυθέων βασιλέι γίνεται μετʼ ἄλλων παίδων Σκύλης·
というのも、スキタイの王アリアペイテスには、他の子供たちのほかにスキュレスが生まれたからである。
ἐξ Ἰστριηνῆς δὲ γυναικὸς οὗτος γίνεται καὶ οὐδαμῶς ἐγχωρίης·
このスキュレスは、イストリア出身の、決して現地の者ではない女性から生まれた。
τὸν ἡ μήτηρ αὕτη γλῶσσάν τε Ἑλλάδα καὶ γράμματα ἐδίδαξε.
この母親が、彼にギリシアの言葉と文字を教えたのである。
§4.78.2μετὰ δὲ χρόνῳ ὕστερον Ἀριαπείθης μὲν τελευτᾷ δόλῳ ὑπὸ Σπαργαπείθεος τοῦ Ἀγαθύρσων βασιλέος, Σκύλης δὲ τήν τε βασιληίην παρέλαβε καὶ τὴν γυναῖκα τοῦ πατρός, τῇ οὔνομα ἦν Ὀποίη·
しかしその後、アリアペイテスはアカテュルソイ人の王スパルガペイテスの謀略によって命を落とし、スキュレスが王位とともに、父の妻を相続した。 その名はオポイエといった。
ἦν δὲ αὕτη ἡ Ὀποίη ἀστή, ἐξ ἧς ἦν Ὄρικος Ἀριαπείθεϊ παῖς.
このオポイエは現地の女性であり、彼女からアリアペイテスにオリコスという子が生まれていた。
§4.78.3βασιλεύων δὲ Σκυθέων ὁ Σκύλης διαίτῃ οὐδαμῶς ἠρέσκετο Σκυθικῇ, ἀλλὰ πολλὸν πρὸς τὰ Ἑλληνικὰ μᾶλλον τετραμμένος ἦν ἀπὸ παιδεύσιος τῆς ἐπεπαίδευτο, ἐποίεέ τε τοιοῦτο·
スキュレスはスキタイ人を支配していたが、スキタイ風の生活様式を全く好まわず、むしろ自分が受けた教育のために、はるかにギリシア風のものへと傾倒しており、次のようなことを行っていた。
εὖτε ἀγάγοι τὴν στρατιὴν τὴν Σκυθέων ἐς τὸ Βορυσθενειτέων ἄστυ (οἱ δὲ Βορυσθενεῗται οὗτοι λέγουσι σφέας αὐτοὺς εἶναι Μιλησίους), ἐς τούτους ὅκως ἔλθοι ὁ Σκύλης, τὴν μὲν στρατιὴν καταλίπεσκε ἐν τῷ προαστείῳ, §4.78.4αὐτὸς δὲ ὅκως ἔλθοι ἐς τὸ τεῖχος καὶ τὰς πύλας ἐγκλῄσειε, τὴν στολὴν ἀποθέμενος τὴν Σκυθικὴν λάβεσκε ἂν Ἑλληνίδα ἐσθῆτα, ἔχων δʼ ἂν ταύτην ἠγόραζε οὔτε δορυφόρων ἑπομένων οὔτε ἄλλου οὐδενός·
彼がスキタイの軍勢をボリュステネス人の町(ちなみにこのボリュステネス人たちは、自分たちをミレトス人であると言っている)へと率いていくたびに、スキュレスが彼らのところに入るやいなや、軍勢を郊外に留め置き、自身は城壁の中に入って門を閉めると、スキタイの衣服を脱ぎ捨ててギリシアの服を身にまとい、それを着て、護衛の兵も他の誰も従えることなく、広場を歩き回るのが常であった。
τὰς δὲ πύλας ἐφύλασσον, μή τίς μιν Σκυθέων ἴδοι ἔχοντα ταύτην τὴν στολήν·
そして彼らは、スキタイ人の誰もが彼のこの姿を見ることがないよう、門を監視していた。
καὶ τά τε ἄλλα ἐχρᾶτο διαίτῃ Ἑλληνικῇ καὶ θεοῖσι ἱρὰ ἐποίεε κατὰ νόμους τοὺς Ἑλλήνων.
彼はその他の点でもギリシア風の生活を送り、ギリシア人の慣習に従って神々に犠牲を捧げていた。
§4.78.5ὅτε δὲ διατρίψειε μῆνα ἢ πλέον τούτου, ἀπαλλάσσετο ἐνδὺς τὴν Σκυθικὴν στολήν.
そして、1ヶ月かそれ以上を過ごすと、再びスキタイの衣服を身にまとって立ち去るのだった。
ταῦτα ποιέεσκε πολλάκις καὶ οἰκία τε ἐδείματο ἐν Βορυσθένεϊ καὶ γυναῖκα ἔγημε ἐς αὐτὰ ἐπιχωρίην.
彼はこのようなことを度々行い、ボリュステネスに邸宅を建て、そこに地元の妻を娶りさえした。