§4.71.1ταφαὶ δὲ τῶν βασιλέων ἐν Γέρροισι εἰσὶ ἐς ὃ ὁ Βορυσθένης ἐστὶ προσπλωτός·
王たちの墓は、ボリュステネス川が航行可能な最遠の地であるゲッロイにある。
ἐνθαῦτα, ἐπεάν σφι ἀποθάνῃ ὁ βασιλεύς, ὄρυγμα γῆς μέγα ὀρύσσουσι τετράγωνον, ἕτοιμον δὲ τοῦτο ποιήσαντες ἀναλαμβάνουσι τὸν νεκρόν, κατακεκηρωμένον μὲν τὸ σῶμα, τὴν δὲ νηδὺν ἀνασχισθεῖσαν καὶ καθαρθεῖσαν, πλέην κυπέρου κεκομμένου καὶ θυμιήματος καὶ σελίνου σπέρματος καὶ ἀννήσου, συνερραμμένην ὀπίσω, καὶ κομίζουσι ἐν ἁμάξῃ ἐς ἄλλο ἔθνος.
そこでは、王が亡くなると、土の中に大きな四角い穴を掘る。 この穴の準備ができると、彼らは遺体を引き上げる。 その遺体は、体全体が蝋で覆われ、腹部は切り開かれて清められたのち、刻んだカヤツリグサ、香、セロリの種、アニスで満たされて再び縫い合わされている。 そして彼らは、遺体を荷車に載せて別の部族のもとへと運ぶ。
§4.71.2οἳ δὲ ἂν παραδέξωνται κομισθέντα τὸν νεκρόν, ποιεῦσι τά περ οἱ βασιλήιοι Σκύθαι·
\n 運ばれてきた遺体を受け取る人々は、王族スキタイ人が行うのと同様の事を行う。
τοῦ ὠτὸς ἀποτάμνονται, τρίχας περικείρονται, βραχίονας περιτάμνονται, μέτωπον καὶ ῥῖνα καταμύσσονται, διὰ τῆς ἀριστερῆς χειρὸς ὀιστοὺς διαβυνέονται.
彼らは自らの耳の一部を切り落とし、髪を丸く刈り込み、腕に切り込みを入れ、額と鼻をかきむしり、左手の中に矢を突き通す。
§4.71.3ἐνθεῦτεν δὲ κομίζουσι ἐν τῇ ἀμάξῃ τοῦ βασιλέος τὸν νέκυν ἐς ἄλλο ἔθνος τῶν ἄρχουσι·
\n そこから彼らは、王の遺体を荷車に載せて、自分たちが支配する別の部族へと運んでいく。
οἳ δέ σφι ἕπονται ἐς τοὺς πρότερον ἦλθον.
すると、彼らが先に訪れた部族の人々も、彼らのあとに付き従う。
ἐπεὰν δὲ πάντας περιέλθωσι τὸν νέκυν κομίζοντες, ἔν τε Γέρροισι ἔσχατα κατοικημένοισι εἰσὶ τῶν ἐθνέων τῶν ἄρχουσι καὶ ἐν τῇσι ταφῇσι.
遺体を運びながらすべての部族を巡り終えると、彼らは、支配下にある部族の中で最も端に居住しているゲッロイの地、すなわち墓所がある場所に到着する。
§4.71.4καὶ ἔπειτα, ἐπεὰν θέωσι τὸν νέκυν ἐν τῇσι θήκῃσι ἐπὶ στιβάδος, παραπήξαντες αἰχμὰς ἔνθεν καὶ ἔνθεν τοῦ νεκροῦ ξύλα ὑπερτείνουσι καὶ ἔπειτα ῥιψὶ καταστεγάζουσι, ἐν δὲ τῇ λοιπῇ εὐρυχωρίῃ τῆς θήκης τῶν παλλακέων τε μίαν ἀποπνίξαντες θάπτουσι καὶ τὸν οἰνοχόον καὶ μάγειρον καὶ ἱπποκόμον καὶ διήκονον καὶ ἀγγελιηφόρον καὶ ἵππους καὶ τῶν ἄλλων πάντων ἀπαρχὰς καὶ φιάλας χρυσέας·
\n そしてその後、彼らが墓穴の中のむしろの寝床の上に遺体を安置すると、遺体の両側に槍を突き刺し、その上に木材を渡し、さらに粗朶で覆いをする。 墓の残りの広い空間には、王の側室の一人を絞め殺して埋葬し、さらに酌人、料理人、馬丁、召使、伝令使、馬たち、その他あらゆるものの初物、および黄金の杯を共に埋める。
ἀργύρῳ δὲ οὐδὲν οὐδὲ χαλκῷ χρέωνται.
銀や青銅は一切用いない。
§4.71.5ταῦτα δὲ ποιήσαντες χοῦσι πάντες χῶμα μέγα, ἁμιλλώμενοι καὶ προθυμεόμενοι ὡς μέγιστον ποιῆσαι.
\n これらを行った後、彼らは皆で大きな土塁を築き、それをできる限り大きくしようと互いに競い合い、熱を入れる。