§4.34.1καὶ ταῦτα μὲν δὴ ταύτας οἶδα ποιεύσας·
そして、これらの女性たちがこうしたことを行っているのを私は知っている。
τῇσι δὲ παρθένοισι ταύτῃσι τῇσι ἐξ Ὑπερβορέων τελευτησάσῃσι ἐν Δήλῳ κείρονται καὶ αἱ κόραι καὶ οἱ παῖδες οἱ Δηλίων·
他方、デロスに到着して亡くなった、ハイパーボレオス人からのこれら二人の乙女たちのために、デロス人の少女たちも少年たちも髪を切り落とす。
αἱ μὲν πρὸ γάμου πλόκαμον ἀποταμνόμεναι καὶ περὶ ἄτρακτον εἱλίξασαι ἐπὶ τὸ σῆμα τιθεῖσι
少女たちは、結婚の前に一房の髪を切り取り、これを紡錘に巻きつけて墓の上に置く。
§4.34.2ʽτὸ δὲ σῆμα ἐστὶ ἔσω ἐς τὸ Ἀρτεμίσιον ἐσιόντι ἀριστερῆς χειρός, ἐπιπέφυκε δέ οἱ ἐλαίἠ, ὅσοι δὲ παῖδες τῶν Δηλίων, περὶ χλόην τινὰ εἱλίξαντες τῶν τριχῶν τιθεῖσι καὶ οὗτοι ἐπὶ τὸ σῆμα.
(その墓はアルテミス神殿の内部に入っていく者の左手にあり、その上にはオリーブの木が自生している。 )また、デロス人の少年たちは皆、自分の髪の一部をある草の茎に巻きつけて、彼らもまたそれを墓の上に置く。