§4.172.1Αὐσχισέων δὲ τούτων τὸ πρὸς ἑσπέρης ἔχονται Νασαμῶνες, ἔθνος ἐὸν πολλόν, οἳ τὸ θέρος καταλείποντες ἐπὶ τῇ θαλάσσῃ τὰ πρόβατα ἀναβαίνουσι ἐς Αὔγιλα χῶρον ὀπωριεῦντες τοὺς φοίνικας.
これらアウスキサイ人の西には、ナサモネス人が隣接している。 これは大部族であり、夏には家畜を海辺に残して、ナツメヤシの実を収穫するためにアウギラ地方へと上っていく。
οἳ δὲ πολλοὶ καὶ ἀμφιλαφέες πεφύκασι, πάντες ἐόντες καρποφόροι.
これら(の木)は数が多く、枝を広げて茂っており、すべて実を結ぶ。
τοὺς δὲ ἀττελέβους ἐπεὰν θηρεύσωσι, αὐήναντες πρὸς τὸν ἥλιον καταλέουσι καὶ ἔπειτα ἐπὶ γάλα ἐπιπάσσοντες πίνουσι.
彼らはイナゴを捕らえると、太陽で乾燥させてから細かく粉にし、その後、牛乳に振りかけて飲む。
§4.172.2γυναῖκας δὲ νομίζοντες πολλὰς ἔχειν ἕκαστος ἐπίκοινον αὐτέων τὴν μῖξιν ποιεῦνται τρόπῳ παραπλησίῳ τῷ καὶ Μασσαγέται·
彼らは各人が多くの妻を持つことを習慣としており、マッサゲタイ人とおおむね同様の方法で彼女らとの交わりを共有する。
ἐπεὰν σκίπωνα προστήσωνται, μίσγονται.
自分の杖を家の前に立てると、交わるのである。
πρῶτον δὲ γαμέοντος Νασαμῶνος ἀνδρὸς νόμος ἐστὶ τὴν νύμφην νυκτὶ τῇ πρώτῃ διὰ πάντων διεξελθεῖν τῶν δαιτυμόνων μισγομένην·
ナサモネスの男が初めて結婚するとき、花嫁が最初の夜に、交わりを持ちながら、すべての婚礼の客たちを一通り巡るのが慣習である。
τῶν δὲ ὡς ἕκαστος οἱ μιχθῇ, διδοῖ δῶρον τὸ ἂν ἔχῃ φερόμενος ἐξ οἴκου.
客たちのうち、各々が彼女と交わった者は、家から持ってきた、自分が持っている贈り物を彼女に与える。
§4.172.3ὁρκίοισι δὲ καὶ μαντικῇ χρέωνται τοιῇδε·
彼らは誓いと占いにおいて、次のような方法を用いる。
ὀμνύουσι μὲν τοὺς παρὰ σφίσι ἄνδρας δικαιοτάτους καὶ ἀρίστους λεγομένους γενέσθαι, τούτους, τῶν τύμβων ἁπτόμενοι·
誓うときには、彼らの間で最も正義に厚く、かつ最も優れていたと言われる人々、まさにこれらの人々にかけて、その墳墓に触れながら誓う。
μαντεύονται δὲ ἐπὶ τῶν προγόνων φοιτέοντες τὰ σήματα, καὶ κατευξάμενοι ἐπικατακοιμῶνται·
また、先祖の墓に赴いて託宣を求め、祈りを捧げた後にその上で眠りにつく。
τὸ δʼ ἂν ἴδη ἐν τῇ ὄψι ἐνύπνιον, τούτῳ χρᾶται.
そして、夢の幻の中で見るものを、そのまま託宣として用いるのである。
§4.172.4πίστισι δὲ τοιῇσιδε χρέωνται·
また、盟約においては次のような方法を用いる。
ἐκ τῆς χειρὸς διδοῖ πιεῖν καὶ αὐτὸς ἐκ τῆς τοῦ ἑτέρου πίνει.
相手の手から飲ませ、自身もまた相手の手から飲む。
ἢν δὲ μὴ ἔχωσι ὑγρὸν μηδέν, οἳ δὲ τῆς χαμᾶθεν σποδοῦ λαβόντες λείχουσι.
もし液体を何も持っていない場合には、地面の灰を取って舐めるのである。