§4.172.1Αὐσχισέων δὲ τούτων τὸ πρὸς ἑσπέρης ἔχονται Νασαμῶνες, ἔθνος ἐὸν πολλόν, οἳ τὸ θέρος καταλείποντες ἐπὶ τῇ θαλάσσῃ τὰ πρόβατα ἀναβαίνουσι ἐς Αὔγιλα χῶρον ὀπωριεῦντες τοὺς φοίνικας.
在这些奥斯奇萨伊人的西面,紧邻着纳萨莫内斯人,这是一个庞大的部落。 他们在夏天把羊群留在海边,自己上到奥吉拉地区去收割椰枣。
οἳ δὲ πολλοὶ καὶ ἀμφιλαφέες πεφύκασι, πάντες ἐόντες καρποφόροι.
那里的椰枣树数量众多,枝叶茂盛,全都结果。
τοὺς δὲ ἀττελέβους ἐπεὰν θηρεύσωσι, αὐήναντες πρὸς τὸν ἥλιον καταλέουσι καὶ ἔπειτα ἐπὶ γάλα ἐπιπάσσοντες πίνουσι.
他们捕获蝗虫后,将其在阳光下晒干,研磨成粉,然后撒在牛奶上饮用。
§4.172.2γυναῖκας δὲ νομίζοντες πολλὰς ἔχειν ἕκαστος ἐπίκοινον αὐτέων τὴν μῖξιν ποιεῦνται τρόπῳ παραπλησίῳ τῷ καὶ Μασσαγέται· ἐπεὰν σκίπωνα προστήσωνται, μίσγονται.
他们习惯于每人拥有许多妻子,并以与马萨革泰人非常相似的方式共同进行交合:当他们在门前立起手杖时,便进行交合。
πρῶτον δὲ γαμέοντος Νασαμῶνος ἀνδρὸς νόμος ἐστὶ τὴν νύμφην νυκτὶ τῇ πρώτῃ διὰ πάντων διεξελθεῖν τῶν δαιτυμόνων μισγομένην· τῶν δὲ ὡς ἕκαστος οἱ μιχθῇ, διδοῖ δῶρον τὸ ἂν ἔχῃ φερόμενος ἐξ οἴκου.
当纳萨莫内斯男子第一次结婚时,其习俗是新娘在第一夜必须与所有的宾客依次交合;每一个与她交合的人,都会送她一件自己从家里带来的礼物。
§4.172.3ὁρκίοισι δὲ καὶ μαντικῇ χρέωνται τοιῇδε· ὀμνύουσι μὲν τοὺς παρὰ σφίσι ἄνδρας δικαιοτάτους καὶ ἀρίστους λεγομένους γενέσθαι, τούτους, τῶν τύμβων ἁπτόμενοι· μαντεύονται δὲ ἐπὶ τῶν προγόνων φοιτέοντες τὰ σήματα, καὶ κατευξάμενοι ἐπικατακοιμῶνται· τὸ δʼ ἂν ἴδη ἐν τῇ ὄψι ἐνύπνιον, τούτῳ χρᾶται.
他们进行盟誓和占卜的方式如下:他们抚摸着本族中被认为最正直、最优秀之人的坟墓,向这些人起誓;他们通过前往先祖的陵墓来进行占卜,在祈祷之后便在墓上入睡;至于在梦境中看到的幻象,他们就以此作为指引。
§4.172.4πίστισι δὲ τοιῇσιδε χρέωνται· ἐκ τῆς χειρὸς διδοῖ πιεῖν καὶ αὐτὸς ἐκ τῆς τοῦ ἑτέρου πίνει.
他们使用如下的信义盟约:各人从自己的手中递水给对方喝,自己也从对方的手中饮用。
ἢν δὲ μὴ ἔχωσι ὑγρὸν μηδέν, οἳ δὲ τῆς χαμᾶθεν σποδοῦ λαβόντες λείχουσι.
如果他们没有任何液体,他们便从地上抓起尘土来舔舐。