§4.141.1ἦν δὲ περὶ Δαρεῖον ἀνὴρ Αἰγύπτιος φωνέων μέγιστον ἀνθρώπων·
ところで、ダレイオスの身辺には、人間の中で最も大きな声を持つ一人のエジプト人の男がいた。
τοῦτον τὸν ἄνδρα καταστάντα ἐπὶ τοῦ χείλεος τοῦ Ἴστρου ἐκέλευε Δαρεῖος καλέειν Ἱστιαῖον Μιλήσιον.
ダレイオスはこの男をイストロス川の岸に立たせ、ミレトス人ヒスティアイオスを呼ぶように命じた。
ὃ μὲν δὴ ἐποίεε ταῦτα, Ἱστιαῖος δὲ ἐπακούσας τῷ πρώτῳ κελεύσματι τάς τε νέας ἁπάσας παρεῖχε διαπορθμεύειν τὴν στρατιὴν καὶ τὴν γέφυραν ἔζευξε.
そこで彼がそのようにすると、ヒスティアイオスは最初の呼び声を聞きつけ、軍勢を渡らせるためにすべての船を提供し、また橋を繋ぎ合わせた。