§4.140.1Σκύθαι μὲν τὸ δεύτερον Ἴωσι πιστεύσαντες λέγειν ἀληθέα ὑπέστρεφον ἐπὶ ζήτησιν τῶν Περσέων, καὶ ἡμάρτανον πάσης τῆς ἐκείνων διεξόδου.
スキタイ人は二度目もイオニア人たちが真実を語っていると信じて、ペルシア人たちの捜索に引き返したが、彼らの退路の全ルートを見失ってしまった。
αἴτιοι δὲ τούτου αὐτοὶ οἱ Σκύθαι ἐγένοντο,τὰς νομὰς τῶν ἵππων τὰς ταύτῃ διαφθείραντες καὶ τὰ ὕδατα συγχώσαντες.
このことの原因はスキタイ人自身であり、彼らがこの地域の馬の牧草地を荒らし、水源を埋め立ててしまっていたからであった。
§4.140.2εἰ γὰρ ταῦτα μὴ ἐποίησαν, παρεῖχε ἄν σφι, εἰ ἐβούλοντο, εὐπετέως ἐξευρεῖν τοὺς Πέρσας.
というのも、もし彼らがこれを行っていなかったならば、望みさえすればペルシア人たちを容易に見つけ出せたであろうからである。
νῦν δὲ τά σφι ἐδόκεε ἄριστα βεβουλεῦσθαι, κατὰ ταῦτα ἐσφάλησαν.
しかし実際には、自分たちにとって最善の策が立てられたと考えたそのこと自体によって、彼らは失敗したのである。
§4.140.3Σκύθαι μέν νυν τῆς σφετέρης χώρης τῇ χιλός τε τοῖσι ἵπποισι καὶ ὕδατα ἦν, ταύτῃ διεξιόντες ἐδίζηντο τοὺς ἀντιπολεμίους, δοκέοντες καὶ ἐκείνους διὰ τοιούτων τὴν ἀπόδρησιν ποιέεσθαι.
さて、スキタイ人は自国のうちで馬の飼料と水がある場所、そこを通って敵を探し求めた。 彼らもまたそのような場所を通って逃走を図っていると考えたからである。
οἱ δὲ δὴ Πέρσαι τὸν πρότερον ἑωυτῶν γενόμενον στίβον, τοῦτον φυλάσσοντες ἤισαν, καὶ οὕτω μόγις εὗρον τὸν πόρον.
しかしペルシア人の方はといえば、自分たちが以前に通ったルートを固守して進んでおり、こうしてようやくのことで渡し場を見つけ出した。
§4.140.4οἷα δὲ νυκτός τε ἀπικόμενοι καὶ λελυμένης τῆς γεφύρης ἐντυχόντες, ἐς πᾶσαν ἀρρωδίην ἀπίκοντο μή σφεας οἱ Ἴωνες ἔωσι ἀπολελοιπότες.
そして彼らは、夜間に到着した上に、橋が解体されているのに直面したため、イオニア人たちが自分たちを見捨てて去ってしまったのではないかと、極度の恐怖に陥った。