§4.141.1ἦν δὲ περὶ Δαρεῖον ἀνὴρ Αἰγύπτιος φωνέων μέγιστον ἀνθρώπων· τοῦτον τὸν ἄνδρα καταστάντα ἐπὶ τοῦ χείλεος τοῦ Ἴστρου ἐκέλευε Δαρεῖος καλέειν Ἱστιαῖον Μιλήσιον.
在大流士的随从中,有一个嗓门在人类中最大埃及人;大流士命令这个人站在伊斯特河岸边,呼喊米利都人希斯提亚埃乌斯。
ὃ μὲν δὴ ἐποίεε ταῦτα, Ἱστιαῖος δὲ ἐπακούσας τῷ πρώτῳ κελεύσματι τάς τε νέας ἁπάσας παρεῖχε διαπορθμεύειν τὴν στρατιὴν καὶ τὴν γέφυραν ἔζευξε.
他果真照办了,而希斯提亚埃乌斯一听到第一次呼喊,便提供了所有的船只来运送军队渡河,并将桥梁重新连接起来。