§4.125.1ἐλαύνων δὲ τὴν ταχίστην τὸν στρατὸν ὡς ἐς τὴν Σκυθικὴν ἀπίκετο, ἐνέκυρσε ἀμφοτέρῃσι τῇσι μοίρῃσι τῶν Σκυθέων, ἐντυχὼν δὲ ἐδίωκε ὑπεκφέροντας ἡμέρης ὁδῷ.
ダレイオスは自軍を極めて迅速に進軍させ、スキティアに到着すると、スキタイ人の両部隊に遭遇した。 そして彼らに出会うと、一日分の道のりの距離を保って退却する彼らを追撃した。
§4.125.2καὶ οὐ γὰρ ἀνίει ἐπιὼν ὁ Δαρεῖος, οἱ Σκύθαι κατὰ τὰ βεβουλευμένα ὑπέφευγον ἐς τῶν ἀπειπαμένων τὴν σφετέρην συμμαχίην, πρώτην δὲ ἐς τῶν Μελαγχλαίνων τὴν γῆν.
というのも、ダレイオスが前進の手を緩めなかったからであり、スキタイ人はあらかじめ立てた計画に従って、自分たちとの同盟を拒否した者たちの土地へと退却していった。 そしてまずは、メランクライノイの土地へと退却した。
§4.125.3ὡς δὲ ἐσβαλόντες τούτους ἐτάραξαν οἵ τε Σκύθαι καὶ οἱ Πέρσαι, κατηγέοντο οἱ Σκύθαι ἐς τῶν Ἀνδροφάγων τοὺς χώρους·
スキタイ人とペルシア人が侵入して彼らを混乱に陥れると、スキタイ人はアンドロパゴイの領土へと彼らを誘導した。
ταραχθέντων δὲ καὶ τούτων ὑπῆγον ἐπὶ τὴν Νευρίδα·
彼らもまた混乱に陥ると、スキタイ人はネウリスの地へと徐々に進んでいった。
ταρασσομένων δὲ καὶ τούτων ἤισαν ὑποφεύγοντες οἱ Σκύθαι ἐς τοὺς Ἀγαθύρσους.
彼らも混乱する中、スキタイ人は退却しつつアガテュルソイのところへと向かった。
§4.125.4Ἀγαθύρσοι δὲ ὁρέοντες καὶ τοὺς ὁμούρους φεύγοντας ὑπὸ Σκυθέων καὶ τεταραγμένους, πρὶν ἤ σφι ἐμβαλεῖν τοὺς Σκύθας πέμψαντες κήρυκα ἀπηγόρευον Σκύθῃσι μὴ ἐπιβαίνειν τῶν σφετέρων οὔρων, προλέγοντες ὡς εἰ πειρήσονται ἐσβαλόντες, σφίσι πρῶτα διαμαχήσονται.
アガテュルソイは、隣国の人々もまたスキタイ人に追われて逃げ惑い、混乱しているのを見て、スキタイ人が自分たちの領土に侵入する前に伝令を送り、スキタイ人に対し自分たちの国境に立ち入ることを禁じた。 もし侵入を試みるならば、まずは自分たちが徹底的に交戦することになるとあらかじめ警告したのである。
§4.125.5Ἀγάθυρσοι μὲν προείπαντες ταῦτα ἐβοήθεον ἐπὶ τοὺς οὔρους, ἐρύκειν ἐν νόῳ ἔχοντες τοὺς ἐπιόντας·
アガテュルソイはこう警告した上で、国境へと出兵した。 侵入者を阻止するつもりであったのである。
Μελάγχλαινοι δὲ καὶ Ἀνδροφάγοι καὶ Νευροὶ ἐσβαλόντων τῶν Περσέων ἅμα Σκύθησι οὔτε πρὸς ἀλκὴν ἐτράποντο ἐπιλαθόμενοί τε τῆς ἀπειλῆς ἔφευγον αἰεὶ τὸ πρὸς βορέω ἐς τὴν ἔρημον τεταραγμένοι.
一方、メランクライノイ、アンドロパゴイ、ネウロイは、ペルシア人がスキタイ人と共に侵入してくると、抵抗しようともせず、以前の警告を忘れて、うろたえながら常に北方の砂漠へと逃げて行った。
§4.125.6οἱ δὲ Σκύθαι ἐς μὲν τοὺς Ἀγαθύρσους οὐκέτι ἀπείπαντας ἀπικνέοντο, οἳ δὲ ἐκ τῆς Νευρίδος χώρης ἐς τὴν σφετέρην κατηγέοντο τοῖσι Πέρσῃσι.
そこでスキタイ人は、侵入を禁じたアガテュルソイのところへはもはや向かわず、ネウリスの地から自分たちの土地へとペルシア人を誘導した。