Humanitext Reader

希罗多德 · 历史 §4.125.1-4.125.6

将波斯军队引诱至非同盟诸族领地

第 689 段,共 1577 段 · 希腊语

内容简介

大流士追击斯基泰人,而斯基泰人则将波斯军队引向那些拒绝与其结盟的邻近部落领地,使他们陷入混乱。唯有阿加索索伊人态度坚决并封锁了国境,迫使斯基泰人避开他们并退回自己的国土。

§4.125.1ἐλαύνων δὲ τὴν ταχίστην τὸν στρατὸν ὡς ἐς τὴν Σκυθικὴν ἀπίκετο, ἐνέκυρσε ἀμφοτέρῃσι τῇσι μοίρῃσι τῶν Σκυθέων, ἐντυχὼν δὲ ἐδίωκε ὑπεκφέροντας ἡμέρης ὁδῷ.
大流士率领军队全速前进,一到达斯基泰境内,便遭遇了斯基泰人的两个部群。 在与他们相遇后,他便对他们展开追击,而他们则保持着一天的行程距离向后退却。
§4.125.2καὶ οὐ γὰρ ἀνίει ἐπιὼν ὁ Δαρεῖος, οἱ Σκύθαι κατὰ τὰ βεβουλευμένα ὑπέφευγον ἐς τῶν ἀπειπαμένων τὴν σφετέρην συμμαχίην, πρώτην δὲ ἐς τῶν Μελαγχλαίνων τὴν γῆν.
因为大流士并没有放缓他推进的脚步,斯基泰人便按照预定的计划,向那些拒绝与他们结盟的民族的领地退却,并首先退入了黑衣族的土地。
§4.125.3ὡς δὲ ἐσβαλόντες τούτους ἐτάραξαν οἵ τε Σκύθαι καὶ οἱ Πέρσαι, κατηγέοντο οἱ Σκύθαι ἐς τῶν Ἀνδροφάγων τοὺς χώρους· ταραχθέντων δὲ καὶ τούτων ὑπῆγον ἐπὶ τὴν Νευρίδα· ταρασσομένων δὲ καὶ τούτων ἤισαν ὑποφεύγοντες οἱ Σκύθαι ἐς τοὺς Ἀγαθύρσους.
当斯基泰人和波斯人侵入并使这些人陷入混乱时,斯基泰人便领着他们进入了食人族的领土;而在这些人也陷入混乱后,他们又引导波斯人前往涅乌里人的领地;在涅乌里人也陷入混乱之际,斯基泰人则继续退却,前往阿加索索伊人那里。
§4.125.4Ἀγαθύρσοι δὲ ὁρέοντες καὶ τοὺς ὁμούρους φεύγοντας ὑπὸ Σκυθέων καὶ τεταραγμένους, πρὶν ἤ σφι ἐμβαλεῖν τοὺς Σκύθας πέμψαντες κήρυκα ἀπηγόρευον Σκύθῃσι μὴ ἐπιβαίνειν τῶν σφετέρων οὔρων, προλέγοντες ὡς εἰ πειρήσονται ἐσβαλόντες, σφίσι πρῶτα διαμαχήσονται.
阿加索索伊人看到他们的邻国也因斯基泰人而逃跑并陷入混乱,便在斯基泰人侵入他们之前派出使者,禁止斯基泰人踏入他们的国境,并预先警告说,如果他们企图强行侵入,阿加索索伊人将首先与他们决一死战。
§4.125.5Ἀγάθυρσοι μὲν προείπαντες ταῦτα ἐβοήθεον ἐπὶ τοὺς οὔρους, ἐρύκειν ἐν νόῳ ἔχοντες τοὺς ἐπιόντας·
阿加索索伊人在发出这一警告后,便起兵前往国境,决意阻击来犯之敌。
Μελάγχλαινοι δὲ καὶ Ἀνδροφάγοι καὶ Νευροὶ ἐσβαλόντων τῶν Περσέων ἅμα Σκύθησι οὔτε πρὸς ἀλκὴν ἐτράποντο ἐπιλαθόμενοί τε τῆς ἀπειλῆς ἔφευγον αἰεὶ τὸ πρὸς βορέω ἐς τὴν ἔρημον τεταραγμένοι.
然而,当波斯人与斯基泰人一同侵入时,黑衣族、食人族和涅乌里人既没有转身抵抗,也忘记了先前的威胁,而是惊慌失措地一直向北逃往荒漠之中。
§4.125.6οἱ δὲ Σκύθαι ἐς μὲν τοὺς Ἀγαθύρσους οὐκέτι ἀπείπαντας ἀπικνέοντο, οἳ δὲ ἐκ τῆς Νευρίδος χώρης ἐς τὴν σφετέρην κατηγέοντο τοῖσι Πέρσῃσι.
因此,斯基泰人便不再前往已经明令禁止他们进入的阿加索索伊人那里,而是将波斯人从涅乌里人的领地引向了自己的国土。

词汇与语法注释

  1. §4.125.1τὴν ταχίστην — 意为“以最快速度”或“尽快”的状语性宾格,在习惯用法中省略了阴性名词 ὁδόν(道路、方法)。
  2. §4.125.2τῶν ἀπειπαμένων τὴν σφετέρην συμμαχίην — 中动不定过去时分词 ἀπειπαμένων(属格复数)支配宾格宾语 τὴν σφετέρην συμμαχίην(他们[斯基泰人]的同盟),指代“那些拒绝了他们同盟的人”。
  3. §4.125.4εἰ πειρήσονται ... διαμαχήσονται — 由 ὡς 引导的间接引语。它保留了直接引语中的将来直陈式(πειρήσονται, διαμαχήσονται),反映了一种具有高度确定性或威胁、警告性质的将来条件句。
  4. §4.125.5ἐπιλαθόμενοί τε τῆς ἀπειλῆς — 意为“忘记了他们的威胁[或警告]”。此处的名词 ἀπειλή 指这些部落在第 118-119 章中做出的不袖手旁观的强硬表态或警告,亦或指他们对波斯人表现出的挑衅态度。
  5. §4.125.6ἀπείπαντας — 不定过去时分词宾格复数,修饰介词宾语 τοὺς Ἀγαθύρσους,意为“(禁止了他们进入的)阿加索索伊人”。

引用这一段

希罗多德, 历史 §4.125.1-4.125.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.125.1-4.125.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。