§3.91.1ἀπὸ δὲ Ποσιδηίου πόλιος, τὴν Ἀμφίλοχος ὁ Ἀμφιάρεω οἴκισε ἐπʼ οὔροισι τοῖσι Κιλίκων τε καὶ Σύρων, ἀρξάμενος ἀπὸ ταύτης μέχρι Αἰγύπτου, πλὴν μοίρης τῆς Ἀραβίων (ταῦτα γὰρ ἦν ἀτελέα), πεντήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν.
アムピアラオスの子アムピロコスがキリキア人とシリア人の境界に創建したポシデイオンの町から、この町を起点としてエジプトに至るまで(アラビア人の領域は免税であったため、これを除いて)、三百五十タラントンが貢納額であった。
ἔστι δὲ ἐν τῷ νομῷ τούτῳ Φοινίκη τε πᾶσα καὶ Συρίη ἡ Παλαιστίνη καλεομένη καὶ Κύπρος·
この管区には、フェニキア全土と、パレスティナと呼ばれるシリア、およびキプロスが含まれる。
νομὸς πέμπτος οὗτος.
これが第五の管区である。
§3.91.2ἀπʼ Αἰγύπτου δὲ καὶ Λιβύων τῶν προσεχέων Αἰγύπτῳ καὶ Κυρήνης τε καὶ Βάρκης (ἐς γὰρ τὸν Αἰγύπτιον νομὸν αὗται ἐκεκοσμέατο) ἑπτακόσια προσήιε τάλαντα, πάρεξ τοῦ ἐκ τῆς Μοίριος λίμνης γινομένου ἀργυρίου, τὸ ἐγίνετο ἐκ τῶν ἰχθύων·
エジプト、およびエジプトに隣接するリビア人、キュレネ、バルカ(これら二つの都市はエジプト管区に編入されていたからである)からは、モイリス湖から生じる銀、すなわち魚から得られていたものを除いて、七百タラントンがもたらされた。
§3.91.3τούτου τε δὴ χωρὶς τοῦ ἀργυρίου καὶ τοῦ σίτου προσήιε ἑπτακόσια τάλαντα·
この銀および穀物を除いて、七百タラントンがもたらされたのである。
σίτου γὰρ δύο καὶ δέκα μυριάδας Περσέων τε τοῖσι ἐν τῷ Λευκῷ τείχεϊ τῷ ἐν Μέμφι κατοικημένοισι καταμετρέουσι καὶ τοῖσι τούτων ἐπικούροισι.
というのは、メンフィスの「白い城壁」に駐屯するペルシア人たちと、彼らの補助兵たちのために、彼らは十二万[メディムノス]の穀物を量って支給するからである。
νομὸς ἕκτος οὗτος.
これが第六の管区である。
§3.91.4Σατταγύδαι δὲ καὶ Γανδάριοι καὶ Δαδίκαι τε καὶ Ἀπαρύται ἐς τὠυτὸ τεταγμένοι ἑβδομήκοντα καὶ ἑκατὸν τάλαντα προσέφερον·
サッタギュダイ人、ガンダリオス人、ダディカイ人、アパリュタイ人は、同じ管区に配属されて百七十タラントンを納めた。
νομὸς δὲ οὗτος ἕβδομος.
これが第七の管区である。
ἀπὸ Σούσων δὲ καὶ τῆς ἄλλης Κισσίων χώρης τριηκόσια·
スサおよびその他のキッシア地方からは、三百タラントンであった。
νομὸς ὄγδοος οὗτος.
これが第八の管区である。