§3.90.1ἀπὸ μὲν δὴ Ἰώνων καὶ Μαγνήτων τῶν ἐν τῇ Ἀσίῃ καὶ Αἰολέων καὶ Καρῶν καὶ Λυκίων καὶ Μιλυέων καὶ Παμφύλων (εἷς γὰρ ἦν οἱ τεταγμένος οὗτος φόρος) προσήιε τετρακόσια τάλαντα ἀργυρίου.
アジアのイオニア人、マグネシア人、およびアイオリス人、カリア人、リキア人、ミリュアス人、パンフィリア人からは(これらが彼に規定された一つの貢納額であったからである)、銀四百タラントンがもたらされた。
ὁ μὲν δὴ πρῶτος οὗτός οἱ νομὸς κατεστήκεε, ἀπὸ δὲ Μυσῶν καὶ Λυδῶν καὶ Λασονίων καὶ Καβαλέων καὶ Ὑτεννέων πεντακόσια τάλαντα·
これが彼にとって制定された第一の管区であった。 そしてミュシア人、リディア人、ラソニオス人、カバレス人、ヒュテンネス人からは五百タラントンであった。
δεύτερος νομὸς οὗτος.
これが第二の管区である。
§3.90.2ἀπὸ δὲ Ἑλλησποντίων τῶν ἐπὶ δεξιὰ ἐσπλέοντι καὶ Φρυγῶν καὶ Θρηίκων τῶν ἐν τῇ Ἀσίῃ καὶ Παφλαγόνων καὶ Μαριανδυνῶν καὶ Συρίων ἑξήκοντα καὶ τριηκόσια τάλαντα ἦν φόρος·
(ヘレスポントスへ)入って行くときに右手に住むヘレスポントス人、フリュギア人、アジアのトラキア人、パフラゴニア人、マリアンデュノス人、シリア人からは、三百六十タラントンが貢納として課された。
νομὸς τρίτος οὗτος.
これが第三の管区である。
§3.90.3ἀπὸ δὲ Κιλίκων ἵπποι τε λευκοὶ ἑξήκοντα καὶ τριηκόσιοι, ἑκάστης ἡμέρης εἷς γινόμενος, καὶ τάλαντα ἀργυρίου πεντακόσια·
キリキア人からは、白馬三百六十頭(一日につき一頭の割合になる)と、銀五百タラントンが課された。
τούτων δὲ τεσσεράκοντα καὶ ἑκατὸν ἐς τὴν φρουρέουσαν ἵππον τὴν Κιλικίην χώρην ἀναισιμοῦτο, τὰ δὲ τριηκόσια καὶ ἑξήκοντα Δαρείῳ ἐφοίτα·
これらのうち百四十タラントンはキリキア地方を警備する騎兵隊のために消費され、残りの三百六十タラントンはダレイオスのもとに送られた。
νομὸς τέταρτος οὗτος.
これが第四の管区である。