§3.91.1ἀπὸ δὲ Ποσιδηίου πόλιος, τὴν Ἀμφίλοχος ὁ Ἀμφιάρεω οἴκισε ἐπʼ οὔροισι τοῖσι Κιλίκων τε καὶ Σύρων, ἀρξάμενος ἀπὸ ταύτης μέχρι Αἰγύπτου, πλὴν μοίρης τῆς Ἀραβίων (ταῦτα γὰρ ἦν ἀτελέα), πεντήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν.
从波西底翁城——此城由安菲阿拉俄斯之子安菲洛科斯建于基利家人与叙利亚人的边界上——起自该城一直到埃及(阿拉伯人的部分除外,因为他们是免税的),税贡为三百五十塔兰同。
ἔστι δὲ ἐν τῷ νομῷ τούτῳ Φοινίκη τε πᾶσα καὶ Συρίη ἡ Παλαιστίνη καλεομένη καὶ Κύπρος· νομὸς πέμπτος οὗτος.
在这一管区内有整个腓尼基、被称为巴勒斯坦的叙利亚以及塞浦路斯;这是第五管区。
§3.91.2ἀπʼ Αἰγύπτου δὲ καὶ Λιβύων τῶν προσεχέων Αἰγύπτῳ καὶ Κυρήνης τε καὶ Βάρκης (ἐς γὰρ τὸν Αἰγύπτιον νομὸν αὗται ἐκεκοσμέατο) ἑπτακόσια προσήιε τάλαντα, πάρεξ τοῦ ἐκ τῆς Μοίριος λίμνης γινομένου ἀργυρίου, τὸ ἐγίνετο ἐκ τῶν ἰχθύων·
从埃及、与埃及相邻的利比亚人,以及昔兰尼和巴尔卡(因为后者被编入埃及管区)送来了七百塔兰同,这不包括来自莫里斯湖、由捕鱼所得的银钱。
§3.91.3τούτου τε δὴ χωρὶς τοῦ ἀργυρίου καὶ τοῦ σίτου προσήιε ἑπτακόσια τάλαντα·
除去这笔银钱和谷物之外,送来了七百塔兰同。
σίτου γὰρ δύο καὶ δέκα μυριάδας Περσέων τε τοῖσι ἐν τῷ Λευκῷ τείχεϊ τῷ ἐν Μέμφι κατοικημένοισι καταμετρέουσι καὶ τοῖσι τούτων ἐπικούροισι.
因为他们要为驻扎在孟斐斯“白城”的波斯人及其雇佣军,称量分发十二万[麦地姆诺]的谷物。
νομὸς ἕκτος οὗτος.
这是第六管区。
§3.91.4Σατταγύδαι δὲ καὶ Γανδάριοι καὶ Δαδίκαι τε καὶ Ἀπαρύται ἐς τὠυτὸ τεταγμένοι ἑβδομήκοντα καὶ ἑκατὸν τάλαντα προσέφερον· νομὸς δὲ οὗτος ἕβδομος.
萨塔居代人、甘达里亚人、达迪卡伊人和阿帕吕泰人被归并在一起,纳贡一百七十塔兰同;这是第七管区。
ἀπὸ Σούσων δὲ καὶ τῆς ἄλλης Κισσίων χώρης τριηκόσια· νομὸς ὄγδοος οὗτος.
从苏萨和基西亚人的其余地区,征收三百塔兰同;这是第八管区。