§3.92.1ἀπὸ Βαβυλῶνος δὲ καὶ τῆς λοιπῆς Ἀσσυρίης χίλιά οἱ προσήιε τάλαντα ἀργυρίου καὶ παῖδες ἐκτομίαι πεντακόσιοι·
バビロンおよびその他のアッシリア地方からは、千タラントンの銀と去勢された少年五百人が彼に寄せられた。
νομὸς εἴνατος οὗτος.
これが第九の管区である。
ἀπὸ δὲ Ἀγβατάνων καὶ τῆς λοιπῆς Μηδικῆς καὶ Παρικανίων καὶ Ὀρθοκορυβαντίων πεντήκοντά τε καὶ τετρακόσια τάλαντα·
エクバタナおよびその他のメディア地方、ならびにパリカニオス人、オルトコリュバンティオス人からは、四百五十タラントン。
νομὸς δέκατος οὗτος.
これが第十の管区である。
§3.92.2Κάσπιοι δὲ καὶ Παυσίκαι καὶ Παντίμαθοί τε καὶ Δαρεῖται ἐς τὠυτὸ συμφέροντες διηκόσια τάλαντα ἀπαγίνεον·
カスピオス人、パウシカイ人、パンティマトイ人、ダレイタイ人は、共同で二百タラントンを納めた。
νομὸς ἑνδέκατος οὗτος.
これが第十一の管区である。