§3.90.1ἀπὸ μὲν δὴ Ἰώνων καὶ Μαγνήτων τῶν ἐν τῇ Ἀσίῃ καὶ Αἰολέων καὶ Καρῶν καὶ Λυκίων καὶ Μιλυέων καὶ Παμφύλων (εἷς γὰρ ἦν οἱ τεταγμένος οὗτος φόρος) προσήιε τετρακόσια τάλαντα ἀργυρίου.
From the Ionians, the Magnesians of Asia, the Aeolians, Carians, Lycians, Milyans, and Pamphylians (for this was one tribute appointed for him) there came in four hundred talents of silver.
ὁ μὲν δὴ πρῶτος οὗτός οἱ νομὸς κατεστήκεε, ἀπὸ δὲ Μυσῶν καὶ Λυδῶν καὶ Λασονίων καὶ Καβαλέων καὶ Ὑτεννέων πεντακόσια τάλαντα· δεύτερος νομὸς οὗτος.
This was established as his first province. And from the Mysians, Lydians, Lasonians, Cabalians, and Hytennians, five hundred talents; this was the second province.
§3.90.2ἀπὸ δὲ Ἑλλησποντίων τῶν ἐπὶ δεξιὰ ἐσπλέοντι καὶ Φρυγῶν καὶ Θρηίκων τῶν ἐν τῇ Ἀσίῃ καὶ Παφλαγόνων καὶ Μαριανδυνῶν καὶ Συρίων ἑξήκοντα καὶ τριηκόσια τάλαντα ἦν φόρος· νομὸς τρίτος οὗτος.
From the Hellespontians on the right as one sails in, the Phrygians, the Thracians of Asia, the Paphlagonians, Mariandynians, and Syrians, the tribute was three hundred and sixty talents; this was the third province.
§3.90.3ἀπὸ δὲ Κιλίκων ἵπποι τε λευκοὶ ἑξήκοντα καὶ τριηκόσιοι, ἑκάστης ἡμέρης εἷς γινόμενος, καὶ τάλαντα ἀργυρίου πεντακόσια· τούτων δὲ τεσσεράκοντα καὶ ἑκατὸν ἐς τὴν φρουρέουσαν ἵππον τὴν Κιλικίην χώρην ἀναισιμοῦτο, τὰ δὲ τριηκόσια καὶ ἑξήκοντα Δαρείῳ ἐφοίτα· νομὸς τέταρτος οὗτος.
From the Cilicians, three hundred and sixty white horses (being one for each day) and five hundred talents of silver; of these, one hundred and forty were spent on the cavalry guarding the Cilician country, and the three hundred and sixty went to Darius; this was the fourth province.