§3.86.1ἅμʼ ἡμέρῃ δὲ διαφωσκούσῃ οἱ ἓξ κατὰ συνεθήκαντο παρῆσαν ἐπὶ τῶν ἵππων·
そして夜が明けそめる頃、あの六人は取り決めた通りに馬に乗って現れた。
διεξελαυνόντων δὲ κατὰ τὸ προάστειον, ὡς κατὰ τοῦτο τὸ χωρίον ἐγίνοντο ἵνα τῆς παροιχομένης νυκτὸς κατεδέδετο ἡ θήλεα ἵππος, ἐνθαῦτα ὁ Δαρείου ἵππος προσδραμὼν ἐχρεμέτισε·
彼らが郊外を馬で進んでいき、昨夜あの牝馬が繋がれていた場所に差しかかったとき、そこへダレイオスの馬が駆け寄っていなないた。
§3.86.2ἅμα δὲ τῷ ἵππῳ τοῦτο ποιήσαντι ἀστραπὴ ἐξ αἰθρίης καὶ βροντὴ ἐγένετο.
馬がこれをするやいなや、晴れ渡った空から稲妻と雷鳴が起こった。
ἐπιγενόμενα δὲ ταῦτα τῷ Δαρείῳ ἐτελέωσέ μιν ὥσπερ ἐκ συνθέτου τευ γενόμενα·
ダレイオスにとって、これらの現象が重なったことは、あたかも何かの取り決めによって生じたかのように、彼の王位を決定づけるものとなった。
οἳ δὲ καταθορόντες ἀπὸ τῶν ἵππων προσεκύνεον τὸν Δαρεῖον.
すると他の者たちは馬から飛び降り、ダレイオスに拝礼した。